Textus Originalis

ΔΙΟΔΩΡΟΥ ΤΟΥ ΣΙΚΕΛΙΩΤΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ ΙΣΤΟΡΙΚΗΣ ΒΙΒΛΟΣ ΠΡΩΤΗ.

ΔΙΟΔΩΡΟΥ ΤΟΥ ΣΙΚΕΛΙΩΤΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ ΙΣΤΟΡΙΚΗΣ ΒΙΒΛΟΣ ΠΡΩΤΗ.

Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν τεσσάρων βίβλων. Προοίμιον τῆς ὅλης πραγματείας. Περὶ τῶν παρ᾽ Αἰγυπτίοις λεγομένων περὶ τῆς τοῦ κόσμου γενέσεως. Περὶ τῶν ϑεῶν ὅσοι πόλεις ἔκτισαν κατ᾽ Αἴγυπτον. Περὶ τῶν πρώτων γενομένων ἀνθρώπων καὶ τοῦ παλαιοτάτου βίου. Περὶ τῆς τῶν ἀϑανάτων τιμῆς καὶ τῆς τῶν ναῶν κατασκευῆς. Περὶ τῆς τοποϑεσίας τῆς κατ᾽ Αἴγυπτον χώρας καὶ τῶν περὶ τὸν Νεῖλον ποταμὸν παραδοξολογουμένων, τῆς τε τούτου πληρώσεως τὰς αἰτίας καὶ τῶν ἱστορικῶν καὶ φιλοσόφων ἀποφάσεις. Περὶ τῶν πρώτων γενομένων κατ᾽ Αἴγυπτον βασιλέων καὶ τῶν κατὰ μέρος αὐτῶν πράξεων. Περὶ κατασκευῶν τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ ϑαυμαζομένοις ἔργοις. Περὶ τῶν νόμων καὶ τῶν δικαστηρίων. Περὶ τῶν ἀφιερωμένων ζῴων παρ᾽ Αἰγυπτίοις. Περὶ τῶν νομίμων τῶν περὶ τοὺς τετελευτηκότας παρ᾽ Αἰγυπτίοις γενομένων. Περὶ τῶν Ἑλλήνων ὅσοι τῶν ἐπὶ παιδείᾳ ϑαυμαζομένων παραβαλόντες εἰς Αἴγυπτον καὶ πολλὰ τῶν χρησίμων μαϑόντες μετήνεγκαν εἰς τὴν Ἑλλάδα. Haec omnia desunt in D, argumentum aliud finxit A. Τοῖς τὰς κοινὰς ἱστορίας πραγματευσαμένοις μεγάλας χάριτας ἀπονέμειν δίκαιον πάντας ἀνϑρώπους, ὅτι τοῖς ἰδίοις πόνοις ὠφελῆσαι τὸν κοινὸν βίον ἐφιλοτιμήϑησαν: ἀκίνδυνον γὰρ διδασκαλίαν τοῦ συμφέροντος εἰσηγησάμενοι καλλίστην ἐμπειρίαν διὰ τῆς πραγματείας ταύτης περιποιοῦσι τοῖς ἀναγινώσκουσιν. ἡ μὲν γὰρ ἐκ τῆς πείρας ἑκάστου μάϑησις μετὰ πολλῶν πόνων καὶ κινδύνων ποιεῖ τῶν χρησίμων ἕκαστα διαγινώσκειν, καὶ διὰ τοῦτο τῶν ἡρώων ὁ πολυπειρότατος μετὰ μεγάλων ἀτυχημάτων πολλῶν ἀνϑρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω: ἡ δὲ διὰ τῆς ἱστορίας περιγινομένη σύνεσις τῶν ἀλλοτρίων ἀποτευγμάτων τε καὶ κατορϑωμάτων ἀπείρατον κακῶν ἔχει τὴν διδασκαλίαν. ἔπειτα πάντας ἀνϑρώπους, μετέχοντας μὲν τῆς πρὸς ἀλλήλους συγγενείας, τόποις δὲ καὶ χρόνοις διεστηκότας, ἐφιλοτιμήϑησαν ὑπὸ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἀγαγεῖν, ὥσπερ τινὲς ὑπουργοὶ τῆς ϑείας προνοίας γενηϑέντες. ἐκείνη τε γὰρ τὴν τῶν ὁρωμένων ἄστρων διακό-