Textus Originalis

II 6. 7. 181

II 6. 7. 181

σκευασαμένη, συνήγαγεν ἐξ ἁπάσης τῆς βασιλείας πρὸς τὴν τῶν ἔργων συντέλειαν ἀνδρῶν μυριάδας διακοσίας. ἀπολαβοῦσα δὲ τὸν Εὐφράτην ποταμὸν εἰς μέσον περιεβάλετο τεῖχος τῇ πόλει σταδίων ἑξήκοντα καὶ τριακοσίων, διειλημμένον πύργοις πυκνοῖς καὶ μεγάλοις, ὥς φησι Κτησίας ὁ Κνίδιος, ὡς δὲ Κλείταρχος καὶ τῶν ὕστερον μετ᾽ Ἀλεξάνδρου διαβάντων εἰς τὴν Ἀσίαν τινὲς ἀνέγραψαν, τριακοσίων ἑξήκοντα πέντε σταδίων: καὶ προστιϑέασιν ὅτι τῶν ἴσων ἡμερῶν εἰς τὸν ἐνιαυτὸν οὐσῶν ἐφιλοτιμήϑη τὸν ἴσον ἀριϑμὸν τῶν σταδίων ὑποστήσασϑαι. ὀπτὰς δὲ πλίνϑους εἰς ἄσφαλτον ἐνδησαμένη τεῖχος κατεσκεύασε τὸ μὲν ὕψος, ὡς μὲν Κτησίας φησί, πεντήκοντα ὀργυιῶν, ὡς δ᾽ ἔνιοι τῶν νεωτέρων ἔγραψαν, πηχῶν πεντήκοντα, τὸ δὲ πλάτος πλέον ἢ δυσὶν ἅρμασιν ἱππάσιμον: πύργους δὲ τὸν μὲν ἀριϑμὸν διακοσίους καὶ πεντήκοντα, τὸ δ᾽ ὕψος καὶ πλάτος ἐξ ἀναλόγου τῷ βάρει τῶν κατὰ τὸ τεῖχος ἔργων. οὐ χρὴ δὲ ϑαυμάζειν εἰ τηλικούτου τὸ μέγεϑος τοῦ περιβόλου καϑεστῶτος ὀλίγους πύργους κατεσκεύασεν: ἐπὶ πολὺν γὰρ τόπον τῆς πόλεως ἕλεσι περιεχομένης, κατὰ τοῦτον τὸν τόπον οὐκ ἔδοξεν αὐτῇ πύργους οἰκοδομεῖν, τῆς φύσεως τῶν ἑλῶν ἱκανὴν παρεχομένης ὀχυρότητα. ἀνὰ μέσον δὲ τῶν οἰκιῶν καὶ τῶν τειχῶν ὁδὸς πάντῃ κατελέλειπτο δίπλεϑρος. 6 μεγάλοις] τηλικοῦτο δ᾽ ἦν τὸ βάρος τῶν ἔργων, ὥστε τὸ μὲν πλάτος εἶναι τῶν τειχῶν ἓξ ἅρμασιν ἱππάσιμον, τὸ δ᾽ ὕψος ἄπιστον τοῖς ἀκούουσιν add. codices, del. Eichstädt 12 ὀπτὰς] τὰς II 17 τὸ δ᾽ — 19 ἔργων] τὸ δὲ ὕψος ἑξήκοντα: ὡς δ᾽ ἔνιοι τῶν νεωτέρων φασὶ πηχῶν ἑξήκοντα ABD; τὸ δὲ ὕψος ὡς ἐνῆν Gemistus 20 τοῦ om. D 25 καταλέλειπτο D.