Textus Originalis

II 12. 13. 191

II 12. 13. 191

προειρημένον κρημνὸν διὰ τούτων εἰς τὴν ἀκρώρειαν προσανέβη. ἐντεῦϑεν δ᾽ ἀναζεύξασα καὶ παραγενομένη πρὸς Χαύονα πόλιν τῆς Μηδίας κατενόησεν ἔν τινι μετεώρῳ πεδίῳ πέτραν τῷ τε ὕψει καὶ τῷ μεγέϑει καταπληκτικήν. ἐνταῦϑ᾽ οὖν ἕτερον παράδεισον ὑπερμεγέϑη κατεσκεύασεν, ἐν μέσῳ τὴν πέτραν ἀπολαβοῦσα, καϑ᾽ ἣν οἰκοδομήματα πολυτελῆ πρὸς τρυφὴν ἐποίησεν, ἐξ ὧν τά τε κατὰ τὸν παράδεισον ἀπεϑεώρει φυτουργεῖα καὶ πᾶσαν τὴν στρατιὰν παρεμβεβληκυῖαν ἐν τῷ πεδίῳ. ἐν τούτῳ δὲ τῷ τόπῳ συχνὸν ἐνδιατρίψασα χρόνον καὶ πάντων τῶν εἰς τρυφὴν ἀνηκόντων ἀπολαύσασα, γῆμαι μὲν νομίμως οὐκ ἠϑέλησεν, εὐλαβουμένη μήποτε στερηϑῇ τῆς ἀρχῆς, ἐπιλεγομένη δὲ τῶν στρατιωτῶν τοὺς εὐπρεπείᾳ διαφέροντας τούτοις ἐμίσγετο, καὶ πάντας τοὺς αὐτῇ πλησιάσαντας ἠφάνιζε. μετὰ δὲ ταῦτα ἐπ᾽ Ἐκβατάνων τὴν πορείαν ποιησαμένη παρεγένετο πρὸς ὄρος τὸ Ζαρκαῖον καλούμενον: τοῦτο δ᾽ ἐπὶ πολλοὺς παρῆκον σταδίους καὶ πλῆρες ὂν κρημνῶν καὶ φαράγγων μακρὰν εἶχε τὴν περίοδον. ἐφιλοτιμεῖτο οὖν ἅμα μὲν μνημεῖον ἀϑάνατον ἑαυτῆς ἀπολιπεῖν, ἅμα δὲ σύντομον ποιήσασϑαι τὴν ὁδόν: διόπερ τούς τε κρημνοὺς κατακόψασα καὶ τοὺς κοίλους τόπους χώσασα σύντομον καὶ πολυτελῆ κατεσκεύασεν ὁδόν, ἣ μέχρι τοῦ νῦν Σεμιράμιδος καλεῖται. παραγενηϑεῖσα δ᾽ εἰς Ἐκβάτανα, πόλιν ἐν πεδίῳ κειμένην, κατεσκεύασεν 3 χαύονα C, χάτωνα D, χάονα CF 8 ἐποίησεν] ἐπέϑηκεν II 18 παρεγενήϑη C(F) ζάρκαιον D — 26 νῦν] ἀπ᾽ ἐκείνης add. CF παραγενομένη II.