Textus Originalis
II 46. 47. 245
δ᾽ αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δ᾽ εὐκρασίᾳ διαφέρουσαν, διττοὺς κατ᾽ ἔτος ἐκφέρειν καρπούς. μυϑολογοῦσι δ᾽ ἐν αὐτῇ τὴν Λητὼ γεγονέναι: διὸ καὶ τὸν Ἀπόλλω μάλιστα τῶν ἄλλων ϑεῶν παρ᾽ αὐτοῖς τιμᾶσϑαι: εἶναι δ᾽ αὐτοὺς ὥσπερ ἱερεῖς τινας Ἀπόλλωνος διὰ τὸ τὸν ϑεὸν τοῦτον καϑ᾽ ἡμέραν ὑπ᾽ αὐτῶν ὑμνεῖσϑαι μετ᾽ ᾠδῆς συνεχῶς καὶ τιμᾶσϑαι διαφερόντως. ὑπάρχειν δὲ καὶ κατὰ τὴν νῆσον τέμενός τε Ἀπόλλωνος μεγαλοπρεπὲς καὶ ναὸν ἀξιόλογον ἀναϑήμασι πολλοῖς κεκοσμημένον, σφαιροειδῆ τῷ σχήματι. καὶ πόλιν μὲν ὑπάρχειν ἱερὰν τοῦ ϑεοῦ τούτου, τῶν δὲ κατοικούντων αὐτὴν τοὺς πλείστους εἶναι κιϑαριστάς, καὶ συνεχῶς ἐν τῷ ναῷ κιϑαρίζοντας ὕμνους λέγειν τῷ ϑεῷ μετ᾽ ᾠδῆς, ἀποσεμνύνοντας αὐτοῦ τὰς πράξεις. ἔχειν δὲ τοὺς Ὑπερβορέους ἰδίαν τινὰ διάλεκτον, καὶ πρὸς τοὺς Ἕλληνας οἰκειότατα διακεῖσϑαι, καὶ μάλιστα πρὸς τοὺς Ἀϑηναίους καὶ Δηλίους, ἐκ παλαιῶν χρόνων παρειληφότας τὴν εὔνοιαν ταύτην. καὶ τῶν Ἑλλήνων τινὰς μυϑολογοῦσι παραβαλεῖν εἰς Ὑπερβορέους, καὶ ἀναϑήματα πολυτελῆ καταλιπεῖν γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένα. ὡσαύτως δὲ καὶ ἐκ τῶν Ὑπερβορέων Ἄβαριν εἰς τὴν Ἑλλάδα καταντήσαντα τὸ παλαιὸν ἀνασῶσαι τὴν πρὸς Δηλίους εὔνοιάν τε καὶ συγγένειαν. φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσϑαι παντελῶς ὀλίγον ἀπέχουσαν τῆς γῆς καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὐτῇ φανεράς. λέγεται δὲ καὶ τὸν ϑεὸν 9 τε om. D 28 ἐν αὐτῇ om. II.