Textus Originalis

III 9. 10. 279

III 9. 10. 279

τοῖς Αἰϑίοψι, καὶ πρὸς ἀλλήλους ὑπὲρ αὐτοῦ πολεμοῦντες διατελοῦσι. φοιτᾷ δ᾽ εἰς αὐτὸν καὶ πλῆϑος ἐλεφάντων ἐκ τῆς ἄνω χώρας, ὡς μὲν ἔνιοι λέγουσι, διὰ τὴν δαψίλειαν καὶ τὴν ἡδονὴν τῆς νομῆς: ἕλη γὰρ ϑαυμαστὰ παρεκτείνεται τοῖς χείλεσι τοῦ ποταμοῦ, πολλῆς καὶ παντοίας ἐν αὐτοῖς φυομένης τροφῆς. διόπερ ὅταν γεύσωνται τοῦ ϑρύου καὶ τοῦ καλάμου, διὰ τὴν γλυκύτητα τῆς τροφῆς μένει καὶ τὴν τῶν ἀνϑρώπων δίαιταν καταφϑείρει: δι᾽ ἣν αἰτίαν καταναγκάζονται φεύγειν [εἰς] τούτους τοὺς τόπους, ὄντες νομάδες καὶ σκηνῖται, τὸ σύνολον τῷ συμφέροντι τὰς πατρίδας ὁρίζοντες. αἱ δ᾽ ἀγέλαι τῶν εἰρημένων ϑηρίων τὴν μεσόγειον χώραν ἐκλείπουσι διὰ σπάνιν τροφῆς, ἅτε συντόμως τῶν φυομένων ἐν τῇ γῇ πάντων αὐαινομένων: διὰ γὰρ τὴν τοῦ καύματος ὑπερβολὴν καὶ τὴν λειψυδρίαν τῶν πηγαίων καὶ ποταμίων ὑδάτων σκληρὰς καὶ σπανίους συμβαίνει γίνεσϑαι τὰς τροφάς. ὡς δέ τινές φασιν, ὄφεις ϑαυμαστοὶ γίνονται τό τε μέγεϑος καὶ τὸ πλῆϑος κατὰ τὴν ϑηριώδη καλουμένην χώραν: οὗτοι δὲ περὶ τὰς συστάσεις τῶν ὑδάτων ἐπιτίϑενται τοῖς ἐλέφασι, καὶ τραπέντες εἰς ἀλκὴν περιπλέκονται ταῖς σπείραις εἰς τὰ σκέλη, καὶ πέρας ἕως τούτου συνέχουσι βιαζόμενοι καὶ σφίγγοντες τοῖς δεσμοῖς ἕως ἂν ἀφρίσαντα τὰ ϑηρία πέσῃ διὰ τὸ βάρος. ἔπειτ᾽ ἀϑροιζόμενοι τὸ πεσὸν σαρκοφαγοῦσι, ῥᾳδίως ἐπικρατοῦντες διὰ τὴν δυσκινησίαν τοῦ ζῴου. ἀπολειπομένου δ᾽ ἀπορήματος, διὰ τίν᾽ αἰτίαν οὐ 9 διαφϑείρει D 10 ἀναγκάζονται C εἰς delevi 28 ἀπολειπομένου G, ἀπολειπόμενοι cet.