Textus Originalis
300 DIODORI SICULI
πονηϑέντες, ὅταν τῶν ὀμμάτων ἀπογλαυκωϑέντων τὸ σῶμα στερηϑῇ τῆς ἀναγκαίας ἐκ ταύτης τῆς αἰσϑήσεως χρείας. Τὴν δὲ ἑξῆς χώραν τῶν Αἰϑιόπων ἐπέχουσιν οἱ καλούμενοι Κυνηγοί, σύμμετροι μὲν κατὰ τὸ πλῆϑος, βίον δ᾽ οἰκεῖον ἔχοντες τῇ προσηγορίᾳ. ϑηριώδους γὰρ οὔσης τῆς χώρας καὶ παντελῶς λυπρᾶς, ἔτι δὲ ὑδάτων ῥύσεις ναματιαίων ἐχούσης ὀλίγας, καϑεύδουσι μὲν ἐπὶ τῶν δένδρων διὰ τὸν ἀπὸ τῶν ϑηρίων φόβον, ὑπὸ δὲ τὴν ἑωϑινὴν πρὸς τὰς συρρύσεις τῶν ὑδάτων μεϑ᾽ ὅπλων φοιτῶντες ἑαυτοὺς ἀποκρύβουσιν εἰς τὴν ὕλην καὶ σκοπεύουσιν ἐπὶ τῶν δένδρων. κατὰ δὲ τὸν τοῦ καύματος καιρόν, ἐρχομένων βοῶν τε ἀγρίων καὶ παρδάλεων καὶ τῶν ἄλλων ϑηρίων πλήϑους πρὸς τὸ ποτόν, ταῦτα μὲν διὰ τὴν ὑπερβολὴν τοῦ τε καύματος καὶ δίψους λάβρως προσφέρεται τὸ ὑγρόν, μέχρι ἂν ἐμπλησϑῇ, οἱ δ᾽ Αἰϑίοπες, γενομένων αὐτῶν βαρέων καὶ δυσκινήτων, καταπηδῶντες ἀπὸ τῶν δένδρων καὶ χρώμενοι ξύλοις πεπυρακτωμένοις καὶ λίϑοις, ἔτι δὲ τοξεύμασι, ῥᾳδίως καταπονοῦσι. κατὰ δὲ συστήματα ταύταις χρώμενοι ταῖς κυνηγίαις σαρκοφαγοῦσι τὰ ληφϑέντα, καὶ σπανίως μὲν ὑπὸ τῶν ἀλκιμωτάτων ζῴων αὐτοὶ διαφϑείρονται, τὰ δὲ πολλὰ δόλῳ τὴν ἐκ βίας ὑπεροχὴν χειροῦνται. ἐὰν δέ ποτὲ τῶν κυνηγουμένων ζῴων σπανίζωσι, τὰς δορὰς τῶν πρότερον εἰλημμένων βρέξαντες ἐπιτιϑέασιν ἐπὶ πῦρ ἁπαλόν: σποδίσαντες δὲ τὰς τρίχας τὰ δέρματα 4 τῶν del. Dind. 12 ἀποκρύπτουσιν CF 13 ἐπὶ] ἀπὸ F 17 λάβρον D 23 ὑπὸ] διὰ C.