Textus Originalis
III 34. 35. 313
ἐδωδίμων ὁδηποτοῦν μεϑ᾽ ὕδατος εἰς τὸν ἥλιον, ταχέως ἕψεται χωρὶς πυρὸς καὶ ξύλων. ἀλλ᾽ ὅμως οἱ κατοικοῦντες ἀμφοτέρας τὰς εἰρημένας χώρας οὐχ οἷον φεύγειν βούλονται τὴν ὑπερβολὴν τῶν συμβαινόντων αὐτοῖς κακῶν, ἀλλὰ καὶ τοὐναντίον ἑκουσίως προΐενται τὸ ζῆν ἕνεκα τοῦ μὴ βιασϑῆναι διαίτης ἑτέρας καὶ βίου πειραϑῆναι. οὕτως αὐτοφυὲς ἔχει τι φίλτρον πᾶσα συνήϑης χώρα, καὶ περιγίνεται τῆς ἐκ τῶν ἀέρων κακοπαϑείας ὁ χρόνος ὁ τὴν ἐκ νηπίου παραλαβὼν ἡλικίαν. τὰς δὲ τηλικαύτας ἐπ᾽ ἀμφότερα διαφορὰς οὐ πολὺ διορίζει τόπου διάστημα. ἀπὸ γὰρ τῆς Μαιώτιδος λίμνης, ᾗ προσοικοῦσί τινες τῶν Σκυϑῶν ἐν πάγει καὶ ψύχεσιν ὑπερβάλλουσι καϑιδρυμένοι, πολλοὶ τῶν πλοϊζομένων οὐριοδρομούσαις ναυσὶ φορτίσιν εἰς μὲν Ῥόδον δεκαταῖοι καταπεπλεύκασιν, ἐξ ἧς εἰς Ἀλεξάνδρειαν τεταρταῖοι καταντῶσιν, ἐκ δὲ ταύτης κατὰ τὸν Νεῖλον πλέοντες πολλοὶ δεκαταῖοι κατηντήκασιν εἰς Αἰϑιοπίαν, ὥστε ἀπὸ τῶν κατεψυγμένων μερῶν τῆς οἰκουμένης ἐπὶ τὰ ϑερμότατα μέρη μὴ πλέον εἴκοσι καὶ τεττάρων ἡμερῶν εἶναι τὸν πλοῦν τοῖς κατὰ τὸ συνεχὲς κομιζομένοις. διόπερ τῆς διαφορᾶς τῆς τῶν ἀέρων ἐν ὀλίγῳ διαστήματι μεγάλης οὔσης οὐδὲν παράδοξον καὶ τὴν δίαιταν καὶ τοὺς βίους, ἔτι δὲ τὰ σώματα πολὺ διαλλάττειν τῶν παρ᾽ ἡμῖν. Ἐπεὶ δὲ τῶν ἐϑνῶν καὶ βίων τὰ κεφάλαια τῶν δοκούντων εἶναι παραδόξων διεληλύϑαμεν, περὶ τῶν 4 φυγεῖν DF 6 προσιέναι D, προιέναι CF, corr. Dind. 8 τι] τὸ CF 13 πάγοις II 16 εἰς] εἰς μὲν vulg. 17 κατὰ] ἀνὰ Agath. 66 20 ϑερμότερα D.