Textus Originalis
336 DIODORI SICULI
τὸ ἔϑνος, ἣν μυϑικῶς ἑαυτοὺς παρειληφέναι παρὰ τῶν προγόνων ἱστοροῦσιν. ἡ δ᾽ ἑξῆς χώρα κατοικεῖται μὲν ὑπὸ Ἀράβων Ἀλιλαίων καὶ Γασανδῶν, οὐκ ἔμπυρος οὖσα καϑάπερ αἱ πλησίον, ἀλλὰ μαλακαῖς καὶ δασείαις νεφέλαις πολλάκις κατεχομένη: ἐκ δὲ τούτων ὑετοὶ γίνονται καὶ χειμῶνες εὔκαιροι καὶ ποιοῦντες τὴν ϑερινὴν ὥραν εὔκρατον. ἥ τε χώρα πάμφορός ἐστι καὶ διάφορος κατὰ τὴν ἀρετήν, οὐ μέντοι τυγχάνει τῆς ἐνδεχομένης ἐπιμελείας διὰ τὴν τῶν λαῶν ἀπειρίαν. τὸν δὲ χρυσὸν εὑρίσκοντες ἐν τοῖς φυσικοῖς ὑπονόμοις τῆς γῆς συνάγουσι πολύν, οὐ τὸν ἐκ τοῦ ψήγματος συντηκόμενον, ἀλλὰ τὸν αὐτοφυῆ καὶ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος ἄπυρον. κατὰ δὲ τὸ μέγεϑος ἐλάχιστος μὲν εὑρίσκεται παραπλήσιος πυρῆνι, μέγιστος δὲ οὐ πολὺ λειπόμενος βασιλικοῦ καρύου. φοροῦσι δ᾽ αὐτὸν περί τε τοὺς καρποὺς τῶν χειρῶν καὶ περὶ τοὺς τραχήλους, τετρημένον ἐναλλὰξ λίϑοις διαφανέσι. καὶ τούτου μὲν τοῦ γένους ἐπιπολάζοντος παρ᾽ αὐτοῖς, χαλκοῦ δὲ καὶ σιδήρου σπανίζοντος, ἐπ᾽ ἴσης ἀλλάττονται ταῦτα τὰ φορτία πρὸς τοὺς ἐμπόρους. Μετὰ δὲ τούτους ὑπάρχουσιν οἱ ὀνομαζόμενοι Κάρβαι, καὶ μετὰ τούτους Σαβαῖοι, πολυανϑρωπότατοι τῶν Ἀραβικῶν ἐϑνῶν ὄντες. νέμονται δὲ τὴν εὐδαίμονα λεγομένην Ἀραβίαν, φέρουσαν τὰ πλεῖστα τῶν παρ᾽ ἡμῖν ἀγαϑῶν καὶ ϑρεμμάτων παντοδαπῶν ἐκτρέφουσαν πλῆϑος ἀμύϑητον. εὐωδία τε αὐτὴν 3 μὲν om. a Ἀλιάων C, Ἀλιαίων F 6 ὑετοὶ Agath. 96] νιφετοὶ codices 10 λαῶν] ἄλλων F, ἁλιέων C — 22 οἱ om. vulg. 24 δὲ] γὰρ CF 27 τε Bekker, τὸ γὰρ libri.