Textus Originalis
452 DIODORI SICULI
τοῦ τέκνου κεῖσθαι, τὸν δαλὸν ἐπιμελῶς τηρεῖν. ὕστερον δ᾽ ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν παροξυν- θεῖσαν κατακαῦσαι τὸν δαλὸν καὶ τῷ Μελεάγρῳ τῆς τελευτῆς αἰτίαν καταστῆναι· ἀεὶ δὲ μᾶλλον ἐπὶ τοῖς πεπραγμένοις λυπουμένην αὑτὴν ἀναρτῆσαι. βίου καταστρέψαι. ἅμα δὲ τούτοις πραττομένοις Ἱππόνουν ἐν Ὠλένῳ διὰ τὴν θυγατέρα Περίβοιαν, φάσκουσαν αὑτὴν ἐξ Ἄρεος ὑπάρχειν ἔγκυον, δι νεχθέντα πέμψαι ταύτην εἰς Αἰτωλίαν πρὸς Οἰνέα καὶ παρακελεύσασθαι ταύτην ἀφανίσαι τὴν ταχίστην. ὁ δ᾽ Οἰνεὺς ἀπολωλεκὼς προσφάτως υἱὸν καὶ γυ- ναῖκα, τὸ μὲν ἀποκτεῖναι τὴν Περίβοιαν ἀπέγνω, γήμας δ᾽ αὐτὴν ἐγέννησεν υἱὸν Τυδέα. Τὰ μὲν οὖν περὶ Μελέαγρον καὶ Ἀλθαίαν, ἔτι δ᾽ Οἰνέα τοιαύτης ἔτυχε διεξόδου. Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις βουλόμενος χαρίσασθαι τὸν Ἀχελῷον ποταμὸν ἀπέστρεψε, καὶ ῥύσιν ἄλλην κατασκευάσας ἀπέλαβε χώραν πολλὴν καὶ πάμφορον, ἀρδευομένην ὑπὸ τοῦ προειρημένου ῥείθρου. διὸ καὶ τῶν ποιη- τῶν τινας μυθοποιῆσαι τὸ πραχθὲν παρεισήγαγον γὰρ τὸν Ἡρακλέα πρὸς τὸν Ἀχελῷον συνάψαι μάχην, ὡμοιωμένου τοῦ ποταμοῦ ταύρῳ, κατὰ δὲ τὴν συμ- πλοκὴν θάτερον τῶν κεράτων κλάσαντα δωρήσασθαι τοῖς Αἰτωλοῖς, ὃ προσαγορεῦσαι κέρας Ἀμαλθείας. ἐν ᾧ πλάττουσι πλῆθος ὑπάρχειν πάσης ὀπωρινῆς ὥρας, βοτρύων τε καὶ μήλων καὶ τῶν ἄλλων τῶν 3 τὸν δ. κατακαῦσαι vulg. 4 αἰτίαν] τὴν αἰτίαν vulg. 5 λυπουμένη — κατέστρεψεν II 23 δωρήσασθαι] χαρίσασθαι D 24 ἀμαλθαίας D (ut infra) 25 πάσης ὁπ. ὥρ. ὑπ. πλῆθος vulg.