Textus Originalis
I 50. 51. 89
χρόνον ἐν ταύταις οἰκούντων ἡμῶν, τοὺς δὲ τῶν τετελευτηκότων τάφους ἀιδίους οἴκους προσαγορεύουσιν, ὡς ἐν ᾅδου διατελούντων τὸν ἄπειρον αἰῶνα: διόπερ τῶν μὲν κατὰ τὰς οἰκίας κατασκευῶν ἧττον φροντίζουσι, περὶ δὲ τὰς ταφὰς ὑπερβολὴν οὐκ ἀπολείπουσι φιλοτιμίας. τὴν δὲ προειρημένην πόλιν ὀνομασϑῆναί τινές φασιν ἀπὸ τῆς ϑυγατρὸς τοῦ κτίσαντος αὐτὴν βασιλέως. ταύτης δὲ μυϑολογοῦσιν ἐρασϑῆναι τὸν ποταμὸν Νεῖλον ὁμοιωϑέντα ταύρῳ, καὶ γεννῆσαι τὸν ἐπ᾽ ἀρετῇ ϑαυμασϑέντα παρὰ τοῖς ἐγχωρίοις Αἴγυπτον, ἀφ᾽ οὗ καὶ τὴν σύμπασαν χώραν τυχεῖν τῆς προσηγορίας. διαδεξάμενον γὰρ τοῦτον τὴν ἡγεμονίαν γενέσϑαι βασιλέα φιλάνϑρωπον καὶ δίκαιον καὶ καϑόλου σπουδαῖον ἐν πᾶσι: διὸ καὶ μεγάλης ἀποδοχῆς ἀξιούμενον ὑπὸ πάντων διὰ τὴν εὔνοιαν τυχεῖν τῆς προειρημένης τιμῆς. Μετὰ δὲ τὸν προειρημένον βασιλέα δώδεκα γενεαῖς ὕστερον διαδεξάμενος τὴν κατ᾽ Αἴγυπτον ἡγεμονίαν Μοῖρις ἐν μὲν τῇ Μέμφει κατεσκεύασε τὰ βόρεια προπύλαια, τῇ μεγαλοπρεπείᾳ πολὺ τῶν ἄλλων ὑπερέχοντα, ἐπάνω δὲ τῆς πόλεως ἀπὸ δέκα σχοίνων λίμνην ὤρυξε τῇ μὲν εὐχρηστίᾳ ϑαυμαστήν, τῷ δὲ μεγέϑει τῶν ἔργων ἄπιστον: τὴν μὲν γὰρ περίμετρον αὐτῆς φασιν ὑπάρχειν σταδίων τρισχιλίων καὶ ἑξακοσίων, τὸ δὲ βάϑος ἐν τοῖς πλείστοις μέρεσιν ὀργυιῶν πεντήκοντα: ὥστε τίς οὐκ ἂν ἀναλογιζόμενος τὸ μέγεϑος τοῦ κατασκευάσματος εἰκότως ζητήσαι πόσαι μυριάδες ἀνδρῶν ἐν πόσοις 7 τινές del. Dindorf 8 μυϑολογοῦσι] τινες add. F 19 Μύρις DF 20 πολὺ om. CF.