Textus Originalis

I 56. 57. 99

I 56. 57. 99

κοσίων καὶ ὀγδοήκοντα, τὴν δ᾽ ἐπιφάνειαν ἔχον τὴν μὲν ἔξωϑεν ἐπίχρυσον, τὴν δ᾽ ἔνδοϑεν κατηργυρωμένην: καὶ τοῦτο μὲν ἀνέϑηκε τῷ ϑεῷ τῷ μάλιστα ἐν Θήβαις τιμωμένῳ, δύο τε λιϑίνους ὀβελίσκους ἐκ τοῦ σκληροῦ λίϑου πηχῶν τὸ ὕψος εἴκοσι πρὸς τοῖς ἑκατόν, ἐφ᾽ ὧν ἐπέγραψε τό τε μέγεϑος τῆς δυνάμεως καὶ τὸ πλῆϑος τῶν προσόδων καὶ τὸν ἀριϑμὸν τῶν καταπολεμηϑέντων ἐϑνῶν: ἐν Μέμφει δ᾽ ἐν τῷ τοῦ Ἡφαίστου ἱερῷ μονολίϑους εἰκόνας ἑαυτοῦ τε καὶ τῆς γυναικὸς τὸ ὕψος τριάκοντα πηχῶν, τῶν δ᾽ υἱῶν εἴκοσι πηχῶν, διὰ σύμπτωμα τοιόνδε. ἐκ τῆς μεγάλης στρατείας ἀνακάμψαντος εἰς Αἴγυπτον τοῦ Σεσοώσιος καὶ διατρίβοντος περὶ τὸ Πηλούσιον, ἑστιῶν αὐτὸν ὁ ἀδελφὸς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἐπιβουλὴν συνεστήσατο: ἀναπαυσαμένων γὰρ αὐτῶν ἀπὸ τῆς μέϑης, ἔχων καλάμου ξηροῦ πλῆϑος ἐκ χρόνου παρεσκευασμένον, καὶ τοῦτο νυκτὸς τῇ σκηνῇ περιϑείς, ἐνέπρησεν. ἄφνω δὲ τοῦ πυρὸς ἐκλάμψαντος οἱ μὲν ἐπὶ τῆς ϑεραπείας τοῦ βασιλέως τεταγμένοι παρεβοήϑουν ἀγεννῶς ὡς ἂν οἰνωμένοι, ὁ δὲ Σεσόωσις ἀμφοτέρας τὰς χεῖρας ἀνατείνας καὶ ὑπὲρ τῆς σωτηρίας τῶν τε παίδων καὶ τῆς γυναικὸς τοῖς ϑεοῖς εὐξάμενος διεξέπεσε διὰ τῆς φλογός. σωϑεὶς δὲ παραδόξως τοὺς ἄλλους ϑεοὺς ἐτίμησεν ἀναϑήμασι, καϑότι προείρηται, πάντων δὲ μάλιστα τὸν Ἥφαιστον, ὡς ὑπὸ τούτου τετευχὼς τῆς σωτηρίας. 2 ἔνδοϑεν] ἐντὸς CF 4 τε Wesseling, δὲ codices 13 διατρίψαντος CF 16 ἀναπαυομένων CF 23 τε om. vulg. τοῖς ϑεοῖς om. CF 26 τοὺς D, τούς τε vulg. 7*