Textus Originalis
VI 2. 3. 4. 5. 6. 125
τοῦ πλανήτου ἀστέρος. μέλλων δὲ τελευτᾶν ὁ Ζεὺς 3 ἐκέλευσε τὸ λείψανον αὐτοῦ τεθῆναι ἐν τῇ Κρήτῃ νήσῳ· καὶ κτίσαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ· ὅπερ μνῆμά ἐστι μέχρι τῆς 5 σήμερον, ᾧ καὶ ἐπιγέγραπται, Ἐνθάδε κατάκειται Πῖκος [ὁ καὶ Ζεύς], ὃν καὶ Δία καλοῦσι· περὶ οὗ συνεγράψατο Διόδωρος ὁ σοφώτατος χρονογρά- φος. [Excerpta ex Ioannis Chronicis apud Cramer. Anecd. Paris. vol. 2, p. 236, 9—20; cf. Ioannis An- 10 tiocheni fragm. Müller IV p. 542 et edit. Bonn. Ma- lalae p. 20.] Ὅτι παραδέδονται Κάστωρ καὶ Πολυδεύκης, οἱ 6 καὶ Διόσκοροι, πολὺ τῶν ἄλλων ἀρετῇ διενεγκεῖν καὶ συστρατεῦσαι τοῖς Ἀργοναύταις ἐπιφανέστατα· 15 πολλοῖς δὲ δεομένοις ἐπικουρίας βεβοηθηκέναι. κα- θόλου δὲ ἐπ᾿ ἀνδρείᾳ καὶ στρατηγίᾳ, πρὸς δὲ τού- τοις δικαιοσύνῃ καὶ εὐσεβείᾳ, παρὰ πᾶσι σχεδὸν ἀνθρώποις ἔσχον δόξαν, ἐπιφανεῖς βοηθοὶ τοῖς παρὰ λόγον κινδυνεύουσι γινόμενοι. διὰ δὲ τὴν ὑπερ- 20 βολὴν τῆς ἀρετῆς Διὸς υἱοὺς νενομίσθαι, καὶ ἐξ ἀνθρώπων μεταστάντας τιμῶν τυχεῖν ἀθανάτων. Ὅτι Ἐπωπεὺς βασιλεὺς Σικυῶνος τοὺς θεοὺς εἰς 2 μάχην προκαλούμενος τὰ τεμένη καὶ τοὺς βωμοὺς αὐτῶν ἐλυμαίνετο. 25 Ὅτι φασὶ τὸν Σίσυφον πανουργίᾳ καὶ φιλοτεχνίᾳ 3 διενεγκεῖν τῶν ἄλλων, καὶ διὰ τῆς ἱεροσκοπίας ἅπαντα εὑρίσκειν καὶ προλέγειν τοῖς ἀνθρώποις.
16 ἀνδρίᾳ καὶ δικαιοσύνῃ — στρατηγίᾳ καὶ εὐσεβείᾳ cod. (cf. II 43, 4 et VI 8, 1) 25 ὅτι om. Peiresc.