Textus Originalis
VI 6. 7. 8. 9. 127
τὴν Τυρώ, τέλος δὲ διὰ τὴν ἀσέβειαν δίκας τίνων τῷ δαίμονι κεραυνωθεὶς ὑπὸ τοῦ Διὸς κατέστρεψε τὸν βίον. τῶν δὲ ἐκ Ποσειδῶνος καὶ Τυροῦς γεν- 4 νωμένων παίδων Πελίας μὲν νέος ὢν παντελῶς ὑπὸ 5 Μίμαντος ἐξέπεσεν ἐκ τῆς πατρίδος καὶ φυγὼν μετὰ τῶν φίλων μετὰ τούτων β΄ νήσους κατεκτήσατο, Σκία- θον καὶ Πεπάρηθον· ὕστερον δὲ Χείρωνος αὐτὸν εὐεργετήσαντος καὶ τῆς ἰδίας χώρας μεταδόντος ἀπῆ- ρεν ἐκ τῶν προειρημένων νήσων καὶ τῆς Ἰολκῶν 10 πόλεως ἐβασίλευσε. τούτῳ δὲ ἐγένοντο πλείους, αἳ καὶ τὴν ἐπωνυμίαν ἔσχον ἀπὸ τοῦ πατρὸς Πελιάδες ὀνομασθεῖσαι. καὶ περὶ τούτων ἀρκεσθησόμεθα.[ Mus. Rhen. XXXIV p. 619.] Ὅτι Ἄδμητος ἐπὶ δικαιοσύνῃ καὶ εὐσεβείᾳ διε- 8 15 νέγκας προσφιλὴς θεοῖς ἐγένετο. ἐπὶ τοσοῦτο δὲ δι᾿ ἀρετὴν τιμηθῆναι, ὥστε τὸν Ἀπόλλωνα προσ- κόψαντα Διὶ δοθῆναι θητεύειν παρὰ τὸν Ἄδμητον. φασὶ δὲ Ἄλκηστιν τὴν Πελίου θυγατέρα, μόνην τῆς κατὰ τὸν πατέρα ἀσεβείας οὐ μετασχοῦσαν, δο- 20 θῆναι γυναῖκα δι᾿ εὐσέβειαν Ἀδμήτῳ. Ὅτι Μελάμπους εὐσεβείᾳ διενεγκὼν φίλος ἐγέ- 2 νετο Ἀπόλλωνος. [Exc. de virt. p. 222 V., 546 W.] Ὅτι φόνον ἀκούσιον φεύγων ὁ Βελλεροφόντης 9 ἦλθε πρὸς Προῖτον πατρικὸν ὄντα ξένον· τὴν δὲ 25 Προίτου γυναῖκα διὰ τὸ κάλλος ἐρασθεῖσαν τοῦ Βελ- λε ροφόντου καὶ μὴ δυναμένην πεῖσαι διαβαλεῖν αὐ- τὸν πρὸς τὸν ἄνδρα ὡς βιασάμενον αὐτήν. τὸν δὲ
9 immo Ἰωλκίων vel Ἰωλκοῦ 10 adde θυγατέρες vel παῖδες 22 Ἀπόλλωνος Peir., τοῦ Ἀπ. v. 24 ποῖτον codex 27 ὡς add. Müller DIODORUS II. 13