Textus Originalis

ΒΙΒΛΙΟΘΗΚΗΣ ΙΣΤΟΡΙΚΗΣ ΒΙΒΛΟΣ ΕΝΔΕΚΑΤΗ.

Τάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Διοδώρου βίβλων. Περὶ τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην. Περὶ τῆς μάχης τῆς ἐν Θερμοπύλαις. 5 Περὶ τῆς Ξέρξου ναυμαχίας πρὸς τοὺς Ἕλληνας. Ὡς Θεμιστοκλέους καταστρατηγήσαντος τὸν Ξέρξην κατε- ναυμάχησαν οἱ Ἕλληνες τοὺς βαρβάρους περὶ Σαλαμῖνα. Ὡς Ξέρξης Μαρδόνιον στρατηγὸν ἀπολιπὼν μετὰ μέρους τῆς δυνάμεως ἀπῆρεν εἰς τὴν Ἀσίαν. 10 Ὡς Καρχηδόνιοι μεγάλαις δυνάμεσιν ἐστράτευσαν εἰς τὴν Σικελίαν. Ὡς Γέλων καταστρατηγήσας τοὺς βαρβάρους τοὺς μὲν αὐτῶν κατέκοψε, τοὺς δ᾿ ἐζώγρησεν. Ὡς Γέλων δεηθέντων Καρχηδονίων χρήματα πραξάμενος 15 συνεχώρησεν αὐτοῖς τὴν εἰρήνην. Κρίσις τῶν ἀριστευσάντων Ἑλλήνων ἐν τῷ πολέμῳ. Μάχη τῶν Ἑλλήνων πρὸς Μαρδόνιον καὶ Πέρσας περὶ Πλαταιὰς καὶ νίκη τῶν Ἑλλήνων. Πόλεμος ῾Ρωμαίοις πρὸς Αἰκολανοὺς καὶ τοὺς τὸ Τοῦσκλον 20 κατοικοῦντας. Περὶ τῆς κατασκευῆς τοῦ Πειραιέως ὑπὸ Θεμιστοκλέους. Περὶ τῆς ἀποσταλείσης βοηθείας Κυμαίοις ὑφ᾿ Ἱέρωνος τοῦ βασιλέως. Περὶ τοῦ γενομένου πολέμου Ταραντίνοις πρὸς Ἰάπυγας. 25 Ὡς Θρασυδαῖος ὁ Θήρωνος μὲν υἱός, τύραννος δὲ Ἀκρα- γαντίνων, ἡττηθεὶς ὑπὸ Συρακουσίων ἀπέβαλε τὴν δυνα- στείαν.

Hoc argumentum om. P 19 Ρωμαίοις AJL, Ρωμαίων cet. (c. 40, 5)