Textus Originalis
234 DIODOR. XI 7. 8.
λεκτοι διεδέξαντο τὴν μάχην, καὶ νεοχμοὶ πρὸς διαπεπονημένους συμβαλόντες ὀλίγον μὲν χρόνον ὑπέμενον τὸν κίνδυνον, κτεινόμενοι δ᾿ ὑπὸ τῶν περὶ 3 τὸν Λεωνίδην καὶ βιασθέντες ὑπεχώρησαν· ἀσπίσι γὰρ καὶ πέλταις μικραῖς οἱ βάρβαροι χρώμενοι κατὰ 5 μὲν τὰς εὐρυχωρίας ἐπλεονέκτουν, εὐκίνητοι γινόμενοι, κατὰ δὲ τὰς στενοχωρίας τοὺς μὲν πολεμίους οὐκ εὐχερῶς ἐτίτρωσκον, συμπεφραγμένους καὶ μεγάλαις ἀσπίσι σκεπαζομένους ὅλον τὸ σῶμα, αὐτοὶ δὲ διὰ τὰς κουφότητας τῶν σκεπαστηρίων ὅπλων 10 4 ἐλαττούμενοι πυκνοῖς τραύμασι περιέπιπτον. τέλος δὲ ὁ Ξέρξης ὁρῶν πάντα μὲν τὸν περὶ τὰς παρόδους τόπον νεκρῶν ἐστρωμένον, τοὺς δὲ βαρβάρους οὐχ ὑπομένοντας τὰς τῶν Ἑλλήνων ἀρετάς, προσέπεμψε τοὺς τῶν Περσῶν ἐπιλέκτους, ὀνομαζομένους 15 ἀθανάτους καὶ δοκοῦντας ταῖς ἀνδραγαθίαις πρωτεύειν τῶν συστρατευομένων. ὡς δὲ καὶ οὗτοι βραχὺν ἀντιστάντες χρόνον ἔφυγον, τότε μὲν τῆς νυκτὸς ἐπιλαβούσης διελύθησαν, παρὰ μὲν τοῖς βαρβάροις πολλῶν ἀνῃρημένων, παρὰ δὲ τοῖς Ἕλλησιν 20 8 ὀλίγων πεπτωκότων. τῇ δ᾿ ὑστεραίᾳ Ξέρξης μέν, παρὰ προσδοκίαν αὐτῷ τῆς μάχης λαβούσης τὸ τέλος, ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπέλεξε τοὺς δοκοῦντας ἀνδρείᾳ καὶ θράσει διαφέρειν, καὶ πολλὰ δεηθεὶς αὐτῶν προεῖπεν, ὅτι βιασαμένοις μὲν αὐτοῖς τὴν 25 εἴσοδον δωρεὰς ἀξιολόγους δώσει, φεύγουσι δὲ θά- 2 νατος ἔσται τὸ πρόστιμον. τούτων δὲ μετὰ μεγάλης
1 πεπονημένους Wess., καταπεπονημένους Dind. 2 μὲν om. P 12 ὁρῶν P (ut Stephanus coniecit), om. cet. 25 προσεῖπεν v. μὲν om. v.