Textus Originalis
174 DIODOR. XIII 111. 112.
ἔνιοι δὲ γεγηρακότες ἢ νόσῳ βαρυνόμενοι δι’ ἐρημίαν συγγενῶν ἢ φίλων ὑπελείποντο, προσδοκωμένων ὅσον οὕπω παρέσεσϑαι τῶν Καρχηδονίων· ἡ γὰρ περὶ Σελινοῦντα καὶ Ἱμέραν, ἔτι δὲ Ἀκράγαντα, γενομένη συμφορὰ τοὺς ἀνθρώπους ἐξέπληττε, πάντων καϑάπερ ὑπὸ τὴν ὅρασιν λαμβανόντων τὴν τῶν Καρχηδονίων δεινότητα. οὐδεμία γὰρ ἦν παρ᾽ αὐτοῖς φειδὼ τῶν ἁλισκομένων, ἀλλ᾽ ἀσυμπαϑῶς τῶν ἠτυχηκότων οὓς μὲν ἀνεσταύρουν, οἷς δ᾽ ἀφορήτους ἐπῆγον ὕβρεις. οὐ μὴν ἀλλὰ δυεῖν πόλεων ἐξοριζομένων ἔγεμεν ἡ χώρα γυναικῶν καὶ παίδων καὶ τῶν ἄλλων ὄχλων· ἃ ϑεωροῦντες οἱ στρατιῶται δι’ ὀργῆς μὲν εἶχον τὸν Διονύσιον, ἠλέουν δὲ τὰς τῶν ἀκληρούντων τύχας· ἑώρων γὰρ παῖδας ἐλευϑέρους καὶ παρϑένους ἐπιγάμους ἀναξίως τῆς ἡλικίας ὡς ἔτυχε κατὰ τὴν ὁδὸν ὡρμημένας, ἐπειδὴ τὴν σεμνότητα καὶ τὴν πρὸς τοὺς ἀλλοτρίους ἐντροπὴν ὁ καιρὸς ἀφῃρεῖτο. παραπλησίως δὲ καὶ τοῖς πρεσβυτέροις συνήλγουν, βλέποντες παρὰ φύσιν ἀναγκαζομένους ἅμα τοῖς ἀκμάζουσιν ἐπισπεύδειν. Ἐφ' οἷς ἐξεκάετο τὸ κατὰ τοῦ Διονυσίου μῖσος· καὶ γὰρ ὑπελάμβανον αὐτὸν ἐκ συνϑέσεως τοῦτο πεποιηκέναι πρὸς τὸ τῷ Καρχηδονίων φόβῳ τῶν ἄλλων πόλεων ἀσφαλῶς δυναστεύειν. ἀνελογίζοντο γὰρ τὴν βραδυτῆτα τῆς βοηϑείας, τὸ μηδένα πεπτωκέναι
Note a pie di pagina
1 6 δὲ PL, δὲ καὶ c 11 δυεῖν] ἐκ δυεῖν M, qui hic desinit ἐξοριξόμενον Reiske, ἐξοικιζομένων Wurm ἔγεμεν ἡ χώρα Wurm, ἐν τῇ χώρᾳ o (c. 89, 3) 12 ὄχλον, et ἃ del. Reiske 19 πρεσβυτάτοις v 21 κατὰ om. c 23 τὸ τῷ Dind., τῶ τῶν PA, τὸ τῶν c 25 βραχύτητα v μηδ᾽ ἀναπεπτωκέναι PHF