Textus Originalis

176 DIODOR. XIII 112—114.

176 DIODOR. XIII 112—114.

ἐκείνων ποιήσαιτο τὴν ἄφιξιν, ἤλπιζε ῥᾳδίως κρατήσειν τῆς ἐπιβολῆς· ὅπερ καὶ συνέπεσεν. οἱ γὰρ ἱππεῖς οὔτ᾽ ἀπελθεῖν οὔτε μεῖναι κατὰ τὸ στρατόπεδον τὸν Διονύσιον ὑπελάμβανον· διόπερ κεκρατηκέναι τῆς ἐπιβολῆς νομίσαντες, ἔφασαν αὐτὸν ἐκ μὲν Γέλας προσποιηϑῆναι τοὺς Φοίνικας ἀποδιδράσκειν, νυνὶ δὲ ὡς ἀληθῶς ἀποδεδρακέναι τοὺς Συρακοσίους. Διονύσιος δὲ διανύσας σταδίους περὶ τετρακοσίους παρῆν περὶ μέσας νύκτας πρὸς τὴν πύλην τῆς Ἀχραδινῆς μεϑ᾽ ἱππέων ἑκατὸν καὶ πεζῶν ἑξακοσίων· ἣν καταλαβὼν κεκλεισμένην, προσέϑηκεν αὐτῇ τὸν κατακεκομισμένον ἐκ τῶν ἑλῶν κάλαμον, ᾧ χρῆσϑαι νομίζουσιν οἱ Συρακόσιοι πρὸς τὴν τῆς κονίας σύνδεσιν. ἐν ὅσῳ δὲ συνέβαινε τὰς πύλας κατακαίεσϑαι, προσανελάμβανε τοὺς ἀφυστεροῦντας. ἐπειδὴ δὲ τὸ πῦρ κατέφϑειρε τὰς πύλας, οὗτος μὲν μετὰ τῶν ἠκολουϑηκότων εἰσήλαυνε διὰ τῆς Ἀχραδινῆς, τῶν δ᾽ ἱππέων οἱ δυνατώτατοι τὸ γεγονὸς ἀκούσαντες, τὸ μὲν πλῆϑος οὐκ ἀνέμενον, εὐθὺς δ᾽ ἐξεβοήϑουν ὄντες ὀλίγοι παντελῶς --- ἦσαν δὲ περὶ τὴν ἀγοράν --- καὶ κυκλωϑέντες ὑπὸ τῶν μισϑοφόρων ἅπαντες κατηκοντίσϑησαν. ὁ δὲ Διονύσιος ἐπελϑὼν τὴν πόλιν τούς τε σποράδην ἐκβοηϑοῦντας ἀνεῖλε, καὶ τῶν ἀλλοτρίως [τῇ πόλει] διακειμένων ἐπήει τὰς οἰκίας, ὧν τοὺς μὲν ἀπέκτεινε, τοὺς δ᾽ ἐκ τῆς πόλεως ἐξέβαλε. τὸ δὲ λοιπὸν πλῆϑος τῶν

Note a pie di pagina

1 3 ἐπελϑεῖν Reiske, ἂν ἐλθεῖν Wurm; fort. ἐπανελθεῖν ἱππεῖς ἀπελϑεῖν οὐδὲ μεῖναι Madvig 6 νομίσαντες PAFJL, νομίζοντες c 24 τῇ πόλει o, ἐν τῇ πόλει Rhod., τῇ τυραννίδι Reiske, τῇ πολιτείᾳ Dind., τὸ πάλαι Wurm