Textus Originalis

III.

III.

† signum manus blasii clericus domini regis. Ὁ τὸν τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ καὶ τὸ ἴδιον ὄνομα ἄνω τέρω τοῦ δὲ τοῦ ὕφου οἰκεία μου χειρὶ προτάξας ἐγὼ βλάσιος ὁ κληρικὸς τῆς δεσποτικῆς καππέλλας, τὴν παροῦσαν ἔγγραφον καὶ ἐνυπόγραφον ἀποχὴν καὶ τελείαν διάπρασιν τοῦ ἡμετέρου οἴκου, τοῦ διακειμένου ἐν τῆ πόλει πανόρμου εἰς τὸ σέρα τὸ κατερχόμενον ἐκ τὴν πύλην τοῦ ἕνθεν μέρους τοῦ θείου ναοῦ τοῦ ἁγίου κωσταντίνου τοῦ περιελθόντος μοι ἐξ ἰκείας μου ἀγορασίας, τίθημοι καὶ ποιῶ πρὸς σὲ βαρθολομαῖον σαλερίνου τὸν θυρορὸν τοῦ κραταιοῦ ἡμῶν αὐ θέντου γουλιέλμου μεγάλου ῥηγὸς· καὶ οὐκ ἔκ τινος δυναστείας ἢ βίας ἢ φό βου ἢ χλεύης ἢ ῥαδιουργίας, πρὸς δὲ τούτοις καὶ ἐκτὸς φάκτου ἀγνοίας ἢ τῆς οἵας οὖν περιστάσεως, πιπράσκω πρὸς σὲ τὸν ἤδη εἰρημένον ὅλον οἶκον οὕτινος τὰ ὀροθέσια αὐτοῦ κεῖνται οὕτως, τὸ ἀνατολικὸν ἕως οἴκου βαρθολο μαίου πελεκανοῦ, τὸ δυτικὸν ἕως οἴκου νοταρίου ἀβδελμέλλα, τὸ νότιον ἕως τοῦ σέρα διʼ οὗ ἡ εἰσοδοέξοδος αὐτοῦ, τὸ βόριον ἕως ναοῦ τοῦ ἁγίου ὀνουφρίου, καὶ συκλύει. τοῦτον οὖν τὸν ὁροθετηθέντα οἶκον καθάπερ ἔχει μετὰ πάντων αὐ-