Textus Originalis
— 118 —
ἀνθρώπου μὴ ὑπό τινος ἐνοχλούμεναι ἡ κενοτομούμεναι ἐν τούτω τὸ οἷον οὖν. ἐπειδὴ καὶ διὰ πίστωσιν ἐποιήθη πρὸς ὑμᾶς ταῖς καλογρέαις τὸ παρὸν σιγίλλιον μηνὶ ἀπριλλίω τῆς ῥηθείσης ἰνδικτιῶνος ἔτους ςχμηʹ. † Ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥήξ. III. † σίγνον χειρὸς σιτελκιοὺλ θυγατρὸς κάϊτ σεούτ. † σίγνον χειρὸς νικολάου υἱοῦ αὐτῆς. Σιτελκιοὺλ σὺν τῶ ἐμῶ υἱῶ νικολάω οἱ ἀνωτέρω ἰδιοχείρως τὸν τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐν τῶδε τῶ ὕφει χαράξαντες, ὁμολογοῦμεν ὡς ὅτι ἠδία ἡμῶν βουλῆ καὶ ἑκουσία προερέσει χωρὶς δόλου καὶ χλεύης ἢ ῥαδιουρ γίας καὶ πάσης ἄλλης ἀπιγωρευμένης αἰτείας ἢ βίας, ἀλλʼ ἐν ἐῤῥωμένω ἡμῶν τῶ νοὶ καὶ λογισμῶ ὑγιένοντι μετὰ παντὸς θελήματος, πεπράκαμεν πρὸς ὑμᾶς σιτελκιοὺλ τὴν θυγατέρα καλῆς τῆς θυγατρὸς ἰωάννου ῥόμαίου καὶ πρὸς τὴν σὴν θυγατέρα σιτέννης ἐξ ἥσου τὴν ἡμετέραν φυτίαν τοῦ ἀμπελῶνος σὺν καὶ τῆς γῆς αὐτῆς καὶ τῶν μετʼ αὐτῆς ἡμεροδένδρων τὴν περιελθοῦσαν τὸ γίδιον αὐτῆς ἡμῖν ἐκ πατρικῆς κληρονομίας τοῦ πατρὸς ἐμοῦ νικολάου ζήκρι υἱοῦ λανγγουδάρδου τὴν αὐτονομίαν ἔχοντος, τὴν οὖσαν καὶ διακειμένην ἐν τοῖς προαστείοις πόλεως πανόρμου εἰς τὸν ἀγρὸν μαρίας, διὰ ταρία τριακόσια πεν-