Textus Originalis
II.
† Ῥογέριος ἐν χριστῶ τῶ θεῶ εὐσεβὴς κραταιὸς ῥὴξ καὶ τῶν χριστιανῶν βοηθός. Τὸ τῶν θεοφίλων καὶ κατὰ θεὸν πολιτευομένων καὶ καλῶς ῥυθμιζομένων τὸν βίον ἐκπληρεῖν τὰς αἰτήσεις λυσιτελὲς ὑπάρχει καὶ λίαν σωτήριον· διὰ τοι τοῦτο σε τὴν καθηγουμένην ἀδελίτζιαν μονῆς τῆς ἁγίας μαρίας τῆς μαγδα ληνῆς τῆ ἐν τῶ ἄστει κουρουλλιούνη προσελθοῦσαν τῶ γαληνίω κράτει μου κατὰ τὸν μάϊον μῆνα τῆς ἐνισταμένης ἰνδικτιῶνος ιδʹ ἔτους ςχ νθʹ, ἐν τῆ πό λει πανόρμου διατρίβοντος αὐτοῦ καὶ ἐν πάση εἰρήνη καὶ γαλήνη τῆ δυνάμει τοῦ παντοδυνάμου θεοῦ διατηρουμένου, αἰτήσασα τοῦ γενέσθαι αὐτῆ πλατεῖαν περιέχουσαν τὸ κατόνομα τῶν παροίκων τῆ τοιαύτη μονῆ ὧν ἐπεκράτει ἐν τῆ διακρατήσει κουρουλλιούνη καὶ σάγκας καὶ τοὺς περιορισμοὺς τῶν τούτων χω ραφίων ἐπεὶ σιγίλλιον οὔτε πλατεῖαν ἀπὸ τούτων οὐκ ἔσχες, τὸ δὲ κράτος μου ἤξας τῆ ταύτη παρακλήσει ἐπροσέταξεν γενέσθαι αὐτῆ ὑπὲρ τούτων ἁπάντων πλατεῖαν καὶ διὰ τοῦ λόγου αὐτῆς ὡς εἶπεν ἐγράφη τὸ κατόνομα αὐτῶν ἐν