Textus Originalis
— 324 —
ἐνδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου μαρίας· ἐπειδὴ γὰρ ὡς προ τρέπουσι οἱ θεῖοι νόμοι τῶν κραταιῶν καὶ ἁγίων βασιλέων τοῦ ἀφιερωνεῖν οἱ ἄνθρωποι εἰς τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας τὰ ἑαυτῶν κτήματα ἤγουν ἀμ πέλια καὶ χωράφια εἰς βοήθειαν τοῦ θείου νόμου καὶ εἰς λύτρωσιν τῶν ἑαυτοῦ ἐπταισμάτων, οἱ μέν ἔχοντες δύναμιν καὶ ἰσχὴν κτίζουσιν εἰς ἑαυτοὺς οἴκους θεοῦ ὅπως εἰσερχόμενοι καὶ προσκηνοῦντες δίδωσι κλέως τῶ ἄνακτι κατὰ τὸν προφήτην δαβὶδ τὸν λέγοντα, κύριε ἠγάπησα ἐυπρέπειαν οἴκου σοῦ, καὶ τὸ ἀπο στολικὸν ἐνταλμα τοῦ μακαρίου παύλου, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν· ταῦτα ἀκούοντες ἡμεῖς οἱ προγραφέντες θεόδωρος καὶ ἡ αὐτοῦ σύμβιος καὶ τὰ τέκνα αὐτῶν οἱ τὰ σίγνα τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐν τῶδε τῶ χάρτη χαράξαντες ἑκουσία ἡμῶν βουλῆ καὶ θελήσει ἐκ προβεβουλευμένου σκοποῦ καὶ ἀμεταμελή του φησὶν ἀφιεροῦντα τὸν ἀμπελῶνα ὅπερ ἔχομεν εἰς τὸ κράτος λαρδαρίας ὅπερ ἐλάβομεν εἰς προῖκα ἡμῶν ἀπὸ τοῦ ἐμοῦ πεθεροῦ φιλίππου ἱερέως. τοῦτον τὸν ἀμπελῶνα ἀφιεροῦμεν ἐν τῆ ἁγία ἐκκλησία τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ἀρχιε ρέως νικολάου καὶ ἀρχιεπισκοπῆς μεγαλοπόλεως μεσνήνης ὑπὲρ λυτρώσεως καὶ ἀφέσεως τῶν ἡμετέρων ἁμαρτιῶν καὶ τῶν ἡμετέρων γεννητόρων τοῦ εὔχε σθαι ἀδιαλήπτως ὑπὲρ ἡμῶν ἐν τοῖς ἱεροῖς δυπτύχοις ὅπως πλημμελημάτων ἄφεσιν τύχωμεν· ἐστιν δέ με καὶ ἀπὸ τὴν σήμερον ἡμέραν ἐν τῆ ἁγία τοῦ θεοῦ ἐκκλησία ἀδελφὸν καὶ βοηθεῖν με ἐν αὐτῆ κατὰ τὸ δηνατόν μοι κἀγὼ δὲ ἔχειν με τὴν βοήθειαν τοῦ ἁγίου ναοῦ καὶ τοῦ ἁγιοτάτου πατρὸς ἡμῶν τοῦ ἀρχιεπισκόπου. ὁ δὲ ἅγιος πατὴρ ἡμῶν καὶ ἰσάγγελος ὁ ὑπηρέτης χριστοῦ τοῦ θεοῦ ἡμῶν ὁ τὸ ἔλεος ἔχων ἐν τῆ χειρὶ αὐτοῦ ὁ εὐργέτης τὸν χηρῶν καὶ ὀρφανῶν καὶ ξένων καὶ ἐπισκεπτής τῶν ἐν φυλακῆ αἰχμαλώτων νικόλας φυμὴ ὁ μέγας ἀρχιεπίσκοπος τῆς μεγαλοπόλεως μεσήνης, ἰδὼν τὸ πρόθυμον ἡμῶν τῶν ταπεινῶν καὶ σπλαγχνισθεὶς ἐν τῆ ἡμετέρα πτωχία καὶ τὸ χρέος καὶ σφιγ γόμενος ἐξ αὐτοῦ τοῦ χρωφειλέτου ἡμῶν, εὐηργέτησεν ἡμᾶς διὰ τὴν τοῦ θεοῦ ἀγάπην τῶν ἑκατὸν καὶ πεντήκοντα καὶ ἐγλύτοσε ἡμᾶς ἀπὸ τοῦ χρέους ὅπως κύριος ὁ θεὸς δώη αὐτοῦ μακρότητα ἡμερῶν. ὁ δὲ σηνωριασμὸς τοῦ ἀφιερω μένου ἀμπελίου ὑπάρχει οὕτως, ἀπὸ μὲν ἀνατολῆς ὁ φραγμὸς περιβόλου κυροῦ λέοντος χελώνη καὶ ἀπὸ δύσεως ὁ βουνὸς καὶ ἀπὸ βορείου τὸ ἀμπέλιον κυ-