Textus Originalis
XV.
† Τὸν μάρτιον μῆνα τῶ ςχπʹ ἔτει, ὄντως τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν δεσπότου μεγάλου ῥηγὸς γουλιαλμου καὶ αὐθεντὸς ἡμῶν ἐν τῆ μεγαλοπόλει μεσήνης μετὰ πάσης τῆς συγκήτου αὐτοῦ καὶ ἄρχουσι καὶ δεὶ τὴν διατριβὴν ποιοῦντος, προσῆλθεν ἐν τῆ θεοφιλεστάτω καὶ μεγάλη αὐτοῦ κούρτη ἐγκαλῶν λέων ὁ χελώνης κατὰ τοῦ τιμιωτάτου ἀρχιεπισκόπου μεσήνης κυρίου νικολάου λέγωντα οὕτως· ὅτι χωράφιον ἔχον παππικὸν ἔτι δὲ καὶ πατρικὸν ὅπερ δεσπό σαντες αὐτοὶ ἐν πάση τῆ ζωῆ αὐτῶν καὶ πάλιν ἐγὼ μετὰ τὴν αὐτῶν ἀποβίω σιν, τὸ δὲ τοιοῦτον χωράφιον ὑπάρχει ἐν τῆ διακρατήσει μεσήνης ἐν τῆ το ποθεσία τῆς λαρδαρίας, ἄρτι δὲ ὁ προρηθεὶς τιμιώτατος ἀρχιεπίσκοπος μεσή νης τυρανικῶς καὶ ἀδίκως ἀφειλέ μοι τὸ ἐμὸν χωράφιον ὅπερ ζητῶ ἔχειν τὸ ἐμὸν δίκαιον. ὁ δὲ τιμιώτατος ἀρχιεπίσκοπος ὅς ἦν ἐνώπιον τῆς κραταιᾶς κόρ της καὶ τῖς ἐναγῆς ἀκικοὼς ἀποκριθεὶς πρὸς τὴν κόρτην ἔφη· ὅτι ἐγὼ οὐδὲ ἕν χωράφιον ἀφειλον πρὸς τὸν λέοντα ὡς αὐτὸς ἐνάγη, εἰ μὶ ἐγὼ ὡς ἴδιον ἐπικρατοῦντα τὴν ἐκκλησίαν καὶ ὡς ἐνέμοντω τοῦτο οἱ πρὸ ἐμοῦ ἐπίσκοποι οὕ τως πάλιν ἐγὼ ἐπικρατῶ αὐτὰ ὡς καὶ τὰ ἕτερα κτήματα τῆς ἁγίας ἐκκλη σίας· καὶ ὁ λέων οὐ καλῶ ἔλεγεν εἰ μὶ τὸ τοιοῦτον χωράφιον ποτε τῆς ἐκ