Textus Originalis

— 328 —

— 328 —

λιάνος ὁ κανονικὸς καὶ ματθὰς τοῦ μονταλβάνου ἀπεκρίθησαν λέγοντες ὅτι εἰς τὸν κερὸν τοῦ ἀρχιεπισκόπου ῥοπέρτου ἦν ὁ αὐτὸς ματθὰς τοῦ μονταλβάνου μαΐστρος τῆς ἀρχιεπισκοπῆς μεσήνης καὶ δὴ ἦν ὁ ἀρχιεπίσκοπος ῥοπέρτος εἰς τὴν πάνορμον, καὶ τότε ἐλθὼν γράφει ἐκ τοῦ μέρους τοῦ κριτοῦ ῥιγὸς εἰς τὸν στρατηγὸν ῥηγκάρδην ὅπως αὐτὸς ἐξέλθη εἰς τὴν λαρδαρίαν καὶ διαχωρίξει τὸ κράτος τῆς ἀρχιεπισκοπῆς καθʼ ὅτι ἐν ἑτέρα φορᾶ ἐδιεχώρισε γεώργιος ὁ ἀμυ ρᾶς, καὶ ἑτέραν χάρτιν ἦλθεν εἰς ἡμᾶς παρὰ τοῦ ἐπισκόπου ῥομπέρτου διὰ τὸ εἶναι ἐμὲ ματθὰν τὸν τότε καιρὸν μαΐστορα τῆς ἀρχιεπισκοπῆς· καὶ ἐδήλοι πρὸς ἡμᾶς τοὺς ἄμφω προστάττον ἡ γραφὴ ὅπως καὶ ἡμεῖς ἐξέλθομεν εἰς τὴν λαρδαρίαν μετὰ τοῦ στρατηγοῦ ῥηγκάρδου καὶ ἴδομεν τὸ πῶς μέλλει χωρί σαι ὁ αὐτὸς στρατηγὸς τὸ κράτος τῆς ἐκκλησίας ὃ ἔχει εἰς τὴν λαρδαρίαν, καὶ αὐτὸς δὲ ὁ στρατηγὸς ἐξελθὼν εἰς τὴν λαρδαρίαν καὶ οἱ κριταὶ τῆς κόρ της οἱ τὸν τότε κερὸν ὅ τε πέτρος τῆς λιμότζιας καὶ ἰωάννης ἀβέρσας καὶ ἰωάννης μέδικως ὁ κριτὴς ὁ καὶ σηνμάρτυς μεθʼ ἡμῶν καὶ ἕτεροι πλεῖστοι ἄν θρωποι, καὶ ἐξήλθομεν καὶ ἡμεῖς μετʼ αὐτῶν κατὰ τὸ πρόσταγμα ὃ ἔσχομεν παρὰ τοῦ ἀρχιεπισκόπου ῥομπέρτου· καὶ δὴ ἐν τῶ τόπω καταντήσαντες τῆς λαρδαρίας ἤρξατο λέγειν διὰ ζώσης φωνῆς ὁ στρατηγὸς ῥηγκάρδος ἐνώπιον πάν των, ὅτι εἰς τὸν κερὸν τοῦ ἀμυρᾶ γεωργίου αὐτὸς ὁ ἀμυρᾶς ἐξῆλθεν ἐνθάδε καὶ ἐγὼ μετʼ αὐτοῦ καὶ ἕτεροι πλεῖστοι ἄνθρωποι, ὅ τε πέτρος λεμότζιας καὶ ἰωάννης ἀβέρσας καὶ ῥηγκάρδης ὁ υἱὸς αὐτοῦ ὅ τε στρατηγὸς νικόλας ὁ κα φανὴς ἀνδρέας ὑποτηρητὴς πανδελφόνης ὑποτηρητὴς καὶ βερνάρδος νοτάρος φί λιππος ὁ μαυροράχης καὶ νικόλας ὁ κουλλετὰς καὶ ἕτεροι πλεῖστοι ἄνθρωποι, καὶ αὐτὸς ὁ ἀμυρᾶς ἐδιχώρισε τὸ κράτος τῆς ἐκκλησίας ἀπὸ τοῦ ζευξορύακος τοῦ ἐπονομαζομένου τὸ βαθὺ ῥυάκιν ἀρχόμενον ἐκ τὸ ἀκρόμιτον καὶ ἐξέρχε ται τὰ ἴσα δίδον εἰς τὸ περαμέρος ὡς ἐπὶ τὸ βώρειον μέρος ἐν ὧ ἐστὶν ὁ βουνὸς καὶ ἡ πλουτηγὴ καὶ τὰ ἀμπελια νικολάου τοῦ ἀλεξιτάνου, καὶ οὕτως ἐμαρτύρισε μαΐστωρ γιλιάνος ὁ κανονικὸς τῆς ἀρχιεπισκοπῆς καὶ ματθὰς τοῦ μονταλβάνου καὶ ἰωάννης μέδικος ὁ κριτὴς μεσήνης, ὅτι ἤκουσαν διὰ στόμα τος ῥηγκάρδου τοῦ στρατηγοῦ λέγοντα καὶ δεικνύων σχιματίζων τοῦ τόπου· οἱ δὲ μεγάλοι κριταὶ ἀκούσαντες τῶν μαρτύρων οὕτω στεῤῥῶς μαρτυρούντων