Textus Originalis
XXII.
† θεογνεῖα μοναχὴ καὶ καθηγουμένη μονῆς τῆς ἁγίας τριάδος ἔγραψεν ἰδιο χειρος τὸ σίγνον τοῦ τιμίου σταυροῦ. † σίγνον χειρὸς μοναχῆς θεογνοίας καὶ τῆς αὐτῆς μονῆς ἐκκλησιάρχισα. † σίγνον χειρὸς φευβωνείας μοναχῆς. † σίγνον χειρὸς αἰκατερήνης μοναχῆς. † σίγνον χειρὸς εὐφροσύνης μοναχῆς. † σίγνον χειρὸς ἀναστασίας μοναχῆς. † σίγνον χειρὸς σοφίας μοναχῆς. † σίγνον χειρὸς μαρίνας μοναχῆς. † σίγνον χειρὸς θεοδούλης μοναχῆς. † σίγνον χειρὸς ἁγνῆς μοναχῆς. Ἐγὼ θεογνοία μοναχὴ καὶ καθηγουμένη μονῆς τῆς ἁγίας τριάδος ἐν τῶ ἄστυ καστέλλου ἅμα πάση τῆ ὑπʼ ἐμὲ ἀδελφότητι αἱ καὶ τὰ σίγνα τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἑκάστη ἡμῶν ἰδιοχείρως γράψασα ἐν τῶδε τῶ ὕφει, φαι νόμεθα πολοῦντες πρὸς σὲ τὸν ἡμέτερον αὐθέντην καὶ ἁγιότατον ἡμῶν πα τέρα καὶ δεσπότην καὶ ῥηγικὸν φαμηλιάριν καὶ τῆς μεγαλοπόλεως μεσσήνης τιμιώτατον ἀρχιεπίσκοπον κῦρ βεράρδην, τὸν ἡμέτερον ἀμπελότοπον τὸν ὄντα καὶ διακείμενον ἐν τῆ τοποθεσία χώρας καστέλλου τὸ λεγόμενον τῆς μαρκα σίας ὁ καὶ διορίζεται καὶ περιορίζεται οὕτως· ἄρχεται ἀπὸ τὴν ἡμετέραν εἰσο δοέξοδον ὅπου ἡ παλαιὰ τοῦ ἡμετέρου προαστύου πύλη ὑπὲρ ἄνωθεν αἱ δύο δρύαι ὡς ἐπακολούθει ἡ ἐκεῖσε ἁρμαχία ἕως τοῦ φραγμοῦ καὶ ὡς ἀπέρχεται ὁ φραγμὸς ἄχρι τῶν δύο ῥυπίων ὡς ὑπερβαίνει ἡ ἁρμαχία μικρὸν καὶ ὑπερ βαίνει εἰς τὸν ποδαχέταρον εἰς διπλὸν λίθον καὶ τοῦτο ἐσημειώσαμεν τὸ πρὸς ἀνατολὴν μέρος, ἀπὸ δὲ τοῦ διπλοῦ λίθου τοῦ σταυρομένου ἀνέρχεται τὰ ἴσα