Textus Originalis

— 356 —

— 356 —

κλησίας οὐχ ὑπείρχε ἀλλʼ ὁ πάππος μου καὶ ὁ πατήρ μου ἐν πᾶσι τῆ ζωῆ αὐτῶν ἐκράτησαν καὶ ἐδέσποσαν καὶ πάλλιν μετὰ τὴν αὐτῶν τελευτὴν ἐδέσποσα ἐγὼ ὡς μὴ ἀφελών τις τὸ ἐμὸν χωράφιον εἰ μὶ ὁ ἀρχιεπίσκοπος νικόλαος. τοῦτον δὲ ἐν τῶ ἀναμεταξὺ μαχομένων τοῦ τε ἐνάγοντος καὶ τοῦ ἐναγομέ νου ἀπεκρίθη ὁ ἐναγόμενος κύριος νικόλαος ὁ ἀρχιεπίσκοπος ἔφη πρὸς τὴν κούρ την, ὅτι εἰς τὸν κερὸν τῆς ζωῆς τοῦ ἀρχιεπισκόπου ῥομπέρτου γογγυσμὸς ἐγε γόνει παρὰ τῶν αὐτῶν εἰς τὴν κραταιὰν κόρτην οἵτινες εἶχον διακρατήσεις εἰς τὴν λαρδαρίαν καὶ ἔλεγον ὅτι ἀδικοῦνται παρὰ τοῦ ῥηθέντος ἀρχιεπισκόπου ῥομπέρτου, καὶ τοσοῦτον ἦν ὁ γογγυσμὸς ὅτι γεώργιος ὁ ποτε ἀμυρᾶς καὶ με τʼ αὐτοῦ πλεῖστοι ἄρχοντες λατῖνοι καὶ γρεκοὶ, ὧν τὰ ὀνόματα αὐτῶν πέτρος λιμζέτζιας καὶ ἰωάννης τῆς ἀβέσσας καὶ ῥηγκάρδης ὁ υἱὸς αὐτοῦ ὅ τε στρατη γὸς νικόλας ὁ καρανὴς καὶ ἀνδρέας ὁ ὑποτηρητὴς καὶ πανδολαίνης ὁ ὑποτηρη τὴς καὶ βερνάλδης καὶ νοτάριος φίλιππος ὁ μαυροράχης καὶ νικόλας ὁ κουλ λήτας, καὶ διεχώρισαν τὸ κράτος τῆς ἐκκλησίας εἰς μέρος καὶ τῶν ἑτέρων ἀν θρώπων εἰς μέρος καὶ ἀπὸ τότε οὕτως ἐκράτησεν ἡ ἐκκλησία καὶ οὕτω πά λιν ἐγὼ κρατῶ μέχρι καὶ τῆς δεῦρο. οἱ δὲ μεῖκλοι κριταὶ τῆς θεοφρουρήτου καὶ μεγάλης κόρτης ὅ τε ἰωάννης βουρδόνης καὶ βαρθολομαῖος τῆς πλάτζας καὶ ὁ γιόδηκος πέρσικος τῆς ἀνταποκρίσεως τοῦ τιμιωτάτου ἀρχιεπισκόπου ἐνο τισθέντες, ἠρώτησαν τὸν ἀρχιεπίσκοπον λέγοντες ἢ δύναται τὸ ὑποδοῦναι μάρ τυρας ὡς αὐτὸς φάσκει ὅπως ἀγάγει αὐτοὺς ὅτι γεώργιος ὁ ἀμυρᾶς ἦν ἐκεῖσε εἰς τὴν λαρδαρίαν καὶ διεχώρισε τὸ κράτος τῆς ἐκκλησίας· καὶ οὗτος ὁ τι μιώτατος ἀρχιεπίσκοπος ὀνγάδευσε τοῦ ὑποδοῦναι μάρτυρας οὕτως τόν τε μαΐ στορα γιλιάνου καὶ μαίστρον τῆς ἀρχιεπισκοπῆς καὶ κανονικὸν καὶ ἰωάννην μέδικον καὶ κριτὴν μεσήνης καὶ ματθὰν τοῦ μονταλβάνου, ὅτι αὐτοὶ ὑπῆρχον ἐν ἑτέρα φορᾶ μετὰ ῥηγκάρδη τοῦ στρατηγοῦ εἰς τὴν λαρδαρίαν ὡς ἐλθὼν εἰς αὐτὸν στρατηγοῦ γραφὴ ἐκ τὸ μέρος τοῦ κριτοῦ ῥηγὸς περὶ τοῦ τοιούτου χω ραφίου καὶ διεχώρισεν ὁ σταυροῦ αὐτὸς τὸ κράτος τῆς ἐκκλησίας. καὶ διαγα γὼν ὁ τιμιώτατος ἀρχιεπίσκοπος εἰς τὴν μεγάλην κόρτην ἐνώπειον τῶν με γάλων κριτῶν τοὺς μάρτυρας οὕς ἀνωτέρω ὀνγάδησεν καὶ αὐτοὶ ἐξετασθέντες παρὰ τῶν μεγάλων κριτῶν τὸ τί γινόσκουσι μαρτυρῆσαι. καὶ ὁ μαΐστρος γι-