Textus Originalis

— 363 —

— 363 —

ροῦ ἰδίαις χερσὶ καθυπογράψαντες τιθέμεθα καὶ ποιοῦμεν ἑκουσία ἡμῶν τῆ γνώ μη καὶ αὐτοπροαιρέτω βουλῆ καὶ οὐκ ἔκ τινος τὸ παράπαν ἀνάγκης ἢ βίας ἢ ῥαδιουργίας ἀλλὰ σὴν προθυμία πάση καὶ ὁλοψύχω προθέσει πεπράκαμεν πρὸς σὲ τὸν εὐγενέστατον καὶ ἐνδοξώτατον ἀρχιεπίσκοπον πόλεως μεσήνης κῦριν ῥι κάρδην τὰ ἡμέτερα χωράφια τὸ τέταρτον μέρος ὅπερ κτώμεθα ἐκ τὸν ἡμέτε ρον προπάπουν μέλε τὰ ὄντα καὶ διακείμενα εἰς τὸ χωρίον τοῦ αὐτοῦ μέλε. ταῦτά σοι τὰ ἀνώτερα χωράφια πεπράκαμεν ὅσον καὶ εἰσὶν τὸ ἡμῶν τέταρ τον μοιράδιον εἰς ταρία ἑκατὸν πεντήκοντα τῆς μονήτας τοῦ κραταιοῦ καὶ ἁ γίου ῥηγὸς, ὁμοίως ἐστέρξαμέν σοι καὶ τὰ χωράφια τὰ ἅπερ ἔδωκεν ὁ ἀσκα ράνος εἰς τὴν βάπτισιν τοῦ πατρὸς ἡμῶν· ταῦτα τὰ ἀνωτέρω χωράφιά σοι ἐ στέρξαμεν τοῦ ἔχειν αὐτὰ κυρίως καὶ αὐθεντῶς ἄχρι στάσεως κόσμου, καὶ εἴ ποτε καιρῶ ἢ χρόνω φανῆ τις ἐνοχλῶν ἢ ἐμποδίζων τὴν ἁγίαν τοῦ θεοῦ ἐκ κλησίαν καὶ τὴν τοιαύτην καθαρὰν πρᾶσιν ἵστασθαι ἡμᾶς διεκδικεῖν καὶ δε φενδεύειν, εἰ δὲ γε καὶ οὐ σταθείημεν διεκδικοῦντες καὶ δεφενδεύοντες στρέφο μέν σοι τὸ τίμιμα εἰς τὸ διπλοῦν καὶ ὑπὲρ παραβάσεως τοῦ τιμίου σταυροῦ ζημιούμεθα ἐν τῶ βασιλειχῶ σακελλίω νομίσματα ἕξ καὶ τριάκοντα ὡς δὴ ταῖς ἀρνιταῖς τῶν ἰδίων ἐγγράφων. πρὸς δὲ πίστωσιν τῶν ἀνωτέρων γεγραμμένων ὑπάρχει ἐγγυητὴς ὁ ἡμέτερος πάππος νοτάριος γουλιάλμος, εἰθʼοὕτως στεργέτω καὶ ἐμμενέτω ἡ παροῦσα καθαρὰ πρᾶσις ἀσάλευτος ἄχρι στάσεως κόσμου. ἥτις καὶ ἐγράφη τῆ ἐμῆ χειρὶ νοταρίου ἰωάννου ἱερέως καὶ ταβουλαρίου δραίνας κα τενώπιον ἀξιωπίστων μαρτύρων ἔν ἔτει ςχ 4 γʹ ἰνδικτιῶνος γʹ. † τοῦ γέροντος εὐγενίου υἱὸς φίλιππος μάρτυρ ὑπέγραψα. † ἐγὼ γεώργιος καστελλάνος πόλεως δραίνας τὰ ἀνώτερα μάρτυς. † ἐγὼ σπανὸς ὑπέγραψα. † νικόλαος σπανὸς μάρτυρ ὑπέγραψα. † ἰωάννης σπανὸς μάρτυς. † ego willelmus notarius testis sum. † ego salomon mercator testis sum. † ὀλλιώως πραγματευτὴς τὰ ἀνώτερα μάρτυς.