Textus Originalis
I. † Τῆς ἐνισταμένης ἰνδικτιῶνος δʹ μηνὸς νοεμβρίου τῆς κδʹ τοῦ ἔτους ͵ςχδʹ, καθεζωμαίνου ἐν τῶ κριτηρίω ἐμοῦ λέοντος κατανάγκι καὶ βισκούμου ῥηγμά του ἦλθεν πρὸς μὲ κώνστας πρασινάκης ἐκγαλῶν καταπάνην κώνσταν γιρε κιτάνου· ὀσώτι ἐκατήρπαξέν μοι χωράφιον τὸ ἐπηλεγώμενον τῆς βαχαρίας σὴν τῶν χωραφίων καὶ ἡμεροδενδρίων τῶν ὤντων ἐκεῖ ἀκριδίων καὶ ὄρους βαλάνου καὶ νομὰς ὑδάτων καὶ κατεξουσιάζει αὐτὰ τιραννίας καὶ ἀρπαγῖς καὶ κρατῆ μοι τὰ προλεχθέντα χωράφια ταῦτα. ἀκούσας οὖν ταῦτα ἐγὼ ὁ προρηθὴς βισκούμος λέων κατανάγκις τὰς διατριβὰς τίνην ποιοῦντες καὶ τὰ δικαιώματα τοῦ αὐθεντὸς μου κόμιτος ῥογερίου ἐμποιούμεθα ἐν τῶ ῥιθέντι κά στρω συνεδριάσανταις μετὰ καὶ τῶν πιστῶν ἱερέων καὶ καλλῶν ἀνθρώπων καὶ γερόντων πλήστων καὶ μεγάλης ἐρεύνας γεναμένης κατὰ τοῦ ῥιθέντος σκο ποῦ, εὕρωμεν ὑπὸ καλῆς καὶ πεπηστευμένους μαρτυρίας καὶ φρονοίμων ὤντων ἀνθρώπων ὅτι ἀληθῆ λέγει ὁ ῥειθεὶς πρασινάκης· ἀπεκρίνατο οὖν πάλλιν ὁ προρηθεὶς κώνστας γιρεκιτάνος ὅτι ἐγὼ ἐπρωποίασα τὰ τιαῦτα χωράφια καὶ ἡμεροδένδρια καὶ ὡς κύριος ὑπὲρ σοῦ τὰ ἐπικρατῶ· ταῦτα ἀκούσας σὴν τοῖς πρωλεχθέσιν ἀνθρώποις πάλλιν ἐν ἀκριβία καὶ μεγαλη ἐρευνέσει γενάμενοι