Textus Originalis
— 430 —
κῦρος καὶ τὴν αὐθεντίαν παρʼαὐτῆς λαβών. ταῦτα πάντα τὰ ἀνωτέρως γε γραμμένα ὡς ἐδηλώθησαν καὶ ἐγράφησαν γεγώνασιν κατενώπιον ἐκ μὲν τῆς χώρας νάσου κῦρ ὤτου τοῦ στρατιώτου καὶ τῶν ἑτέρων τριῶν τῶν ὀμωσάντων καὶ διαχωρισάντων τὰ σύνορα δηλαδὴ τοῦ ἱερέως τοῦ ἀρχόντος κῦρ τοῦ φι λαδέλφου καφήρι καὶ πέτρου γριπάρι κῦρ ῥωγερίου ξηροδισάκκη καὶ κῦρ ῥω γερίου κερτούνη κῦρ βασιλείου λοιδωρὰ καὶ ἑτέρων πλείστων, ἐκ δέ τοῦ ἁγίου μάρκου τοῦ κῦρ ἀλεξάνδρου καστελλάνου καὶ κῦρ βασιλείου τοῦ ἵππου συ μεῶνος τοῦ κασήρι καὶ νοταρίου φιλιππου βίζελη καὶ νοταρίου ἰωάννου μου σχλὴ καὶ νοταρίου ἰωάννου μακρὶ καὶ τοῦ ἄρχοντος κῦρ λέοντος τῆς δραίνας καὶ κῦρ γεωργίου τοῦ μωδίου καὶ ἑτέρων πλείστων ὧν αἱ μαρτυρίαι κατωτέ ρως ταχθείσονται. οὕτως τοῦ δεσποτηκοῦ προστάγματος τὴν κέλευσιν ἐκπλη ρώσαντες καὶ τῇ ἁγία ἐκκλησία τὸ οἰκεῖον κράτος τελίως ἀποδώσαντες ὅπερ ἐκ πολλῶν χρόνων ἐξουσίαζεν διὰ ὠχυρώσεως σιγιλλίων δεσποτηκῶν τοῦ ἔχειν καὶ ἔτι εἰς αἰῶνα τὸν διαμένοντα χαίρουσα καὶ προστάττουσα καὶ γαλινίας δέσπουσα, ἀναγκαίως ἡγησάμεθα ταῦτα πάντα εἰς ὑπόμνησιν ἔγγραφον βαλεῖν εἰς ἀποτροπὴν καὶ τελίαν κατάπαυσιν πάντων τῶν ἐναντιῶσαι βουλωμένων ἤ ὠχλῆσαι ἢ πειρεᾶσαι τὴν ἐκκλησίαν τοῦ ἁγίου φιλίππου ἐκ τοῦ τοιούτου κρά τους τοῦ ἁγίου θαλλελέου τοῦ ὄρους δηλαδὴ καὶ χωραφίων· ὅπερ καὶ πεποιή καμεν καὶ γραφῆναι προσετάξαμεν τὸ παρὸν ὑπομνηστικὸν εἰς δόξαν τοῦ με γάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ καὶ εἰς ἔπαινον καὶ κρατέωσιν τοῦ μεγαλοπρεστούτου καὶ κρατεοῦ αὐθέντου ἡμῶν καὶ μεγαλου ῥηγὸς καὶ εἰς εἰρήνην καὶ τελίαν γαλήνην τῆς εὐαγοῦς μονῆς τοῦ ἁγίου φιλίππου καὶ τῶν ἐν αὐτῇ ἡγουμένων τε καὶ μοναχῶν. ἐγράφη δὲ μηνὶ σεπτεμβρίω ἰνδικτιῶ νος αʹ τῶ ςχζαʹ ἔτει. † ἐγὼ ὤτο τοῦ νάσου μάρτυρ. † ὁ τῆς δραίνας λέων μάρτυρ ὑπέγραψα. † γεόργιος ὡ τοῦ μοδίου μάρτυρ ὑπέγραψα. † ὁ εὐτελὴς λέων τῆς δραίνας μάρτυρ ὑπέγραψα. † πέτρος γριπάρι ὁ τῆς νάσου μάρτυρ.