Textus Originalis
— 441 —
ρίας δοθείσης ὁ ἡγούμενος τοῦ ἁγίου φιλιππου ἔπεμψεν πρὸς ἡμᾶς εἰς τὴν διωρίαν δύο ἀδελφούς νεόφυτον καὶ λουκᾶν μετὰ γραφῆς προκουρατωρίας· τὸ δὲ μέρος τοῦ ἡγουμένου τοῦ μανιακίου ἀναζητηθέντες παρʼἡμῶν διὰ οἰκείων γραμμάτων κατὰ τὴν δήλωσιν τῶν βασιλικῶν γραμμάτων ὄν παρὰ τοῦ κυ ρίου βασιλέως ἐδεξάμεθα τοῦ ἐλθεῖν ἐνώπιον ἡμῶν τοῦ ἀπολογηθῆναι εἰς τὴν περιωχὴν τῆς γραφῆς τοῦ κυρίου βασιλέως οὐκ ἠθέλησαν ἐλθῆναι οὔτε εἰς τὴν διωρίαν οὔτε μετὰ τὴν διορίαν, καὶ πάλιν ἀναμείναντες αὐτοὺς τρίτην ἡ μέραν οὐδὲ οὕτως ἦλθον ἔχοντες ὅ τε ἡγούμενος τοῦ μανιακίου καὶ τὸ κοι νόβιον αὐτοῦ κυρίαν γραφὴν παρʼ ἡμῶν ἐπάνω τῆς ἡμετέρας ἀναζητήσεως τοῦ ἐλθῆναι πρὸς ἡμᾶς καὶ ἀπολογηθῆναι εἰς τὴν περιωχὴν τῆς γραφῆς τοῦ κυ ρίου βασιλέως καὶ ὡς ὑπαίτιοι καὶ υἱοὶ ἀπειθείας οὐκ ἠθέλησαν ἐλθεῖν. διὰ τοῦτο μὴ δυνηθέντες ἡμεῖς σωματικῶς ἐλθεῖν ἐν τοῖς αὐτόθι μέρεσι καὶ ἵνα μὴ εὑ ρεθῶμεν βαροῦντες τὸν ἡγούμενον καὶ τὸ κοινόβιον τοῦ ἁγίου φιλιππου ἐκ τὸ μέρος τοῦ κυρίου βασιλέως ἐντελλόμεθα καὶ τῆ αὐθεντία ἡ χριώμεθα στεῤῥῶς προστάττοντες ἵνα ἀπελθῆς σωματικῶς μετὰ καλῶν ἀνθρώπων ἐπάνω εἰς τὰ χωράφια καὶ εἰς τὸν νερὸν τοῦ μύλου περὶ ὧν γογγύζουσιν ὁ ἡγούμενος καὶ τὸ κοινόβιον τοῦ ἁγίου φιλιππου· τοῦτο γὰρ θέλει ἡ βασιλεικὴ μεγαλειότης ἐν τῶ εἰπεῖν ἐξεναντίας τῶν πριβιλεγίων αὐτῶν ἐν τοῖς γράμμασιν αὐτοῦ ὁ ἡγούμενος τοῦ μανιακίου ὀχλῆσαι οὐ παύεται, καὶ περιχωρήσεις τὰ χωράφια καὶ τὸ νερὸν τοῦ μύλου καὶ ἴδεις τὴν ἀλήθειαν ἀπὸ τῶν πριβιλεγίων καὶ ὡς ἐδέσπωσεν τὸ μοναστήριον τοῦ ἁγίου φιλιππου μετὰ τῶν πρεβίων αὐτοῦ καὶ οὕτως ἐάσης δεσπόσαι τὸν ἡγούμενον καὶ τὸ κοινόβιον τοῦ αὐτοῦ μονα στηρίου τοῦ ἁγίου φιλιππου εἰς αἰῶνα τὸν διαμένοντα. ἐγὼ δὲ θέλων ἐκπλη ρῶσαι τὰ κελευσθέντα μοι παρὰ τοῦ ἄρχοντος καὶ μεγάλου κριτοῦ ἐπῆλθον ἐπιτοπίως ὅπου ὑπῆρχον τὰ χωράφια τῆς ἀμφιβολῆς καὶ συγκαλέσας ἀνθρώ πους χρησίμους ἐκ τῆς χώρας τῆς ἁγίας λουκίας τόν τε γέροντα κωνσταν τίνον ὁ βραγκοὐνης καὶ τὸν γέροντα στρατηγὸν καὶ τὸν γέροντα πέτρον στηθούνην καὶ τὸν γέροντα παγάνον τῆς λούνας καὶ τὸν γέροντα κώνσταν δε μεννήτην καὶ τὸν γέροντα φιλιππον γουργούνην καὶ τὸν γέροντα βρενάρδον καὶ τὸν γέροντα ἱερέα ματθαῖον καὶ τὸν γέροντα βένην καὶ τὸν γέροντα γαλ- 56