Textus Originalis
XXXI. † Κατὰ τὸν σεπτέμβριον μῆνα τῆς ἰνδικτιῶνος ιδʹ ὄντως κἀμοῦ νικολάου βασιλικοῦ μαίστορος γρανετήρου δεμένον τῆ προτροπῆ τοῦ ἐνδοξοτάτου ἄρχον τος κυρίου μαίστορος μαρκισίου, γραφὴν ἐκώμησεν πρὸς μὲ ὁ καθηγούμενος μονῆς ἁγίου φιλιππου τῶν δεμέννον κῦρ φιλόθεος ἐκ τοῦ μέρος τὸν ἐνδοξο τάτων ἀρχόντων καὶ κατεπάνων κῦρ ματθαίου τοῦ γαλάτι καὶ κῦρ νοταρίου νικολάου τῆς τραίνας διλῶσαν οὕτως. τῶ γέροντι νικολάω τοῦ μαίστορος γρα νετήρου βαθίας δεμέννων ματθέος ὁ τοῦ γαλάτι καὶ νοτάριος νικόλαος οἱ κατὰ τὸν καιρὸν βασιλικοὶ κατεπάνη χαίρην καὶ τὴν προσήσαν ἀγάπην. ἤτα γνω ρίζομέν σοι ὡσότι ὁ εὐλαβέστατος καθηγούμενος μονῆς ἁγίου φιλιππου τῶν δεμέννων κῦρ φιλόθεος ἐνώπιον τοῦ μαίστορος μαρκισίου ἐλθὼν καὶ γόγγυσιν ἐπήησεν τιάνδε· ὀσότι ἡ αὐτοῦ ῥηθῆσα ἁγία μονὴ διὰ κυριακοῦ σιγιλλίου κα τέχη τινὰς δωρεὰς οὕτως ἐχούσας, εἰς τὸν αὐτόθι ποταμὸν τῆς παναγίας λε γόμενον ἔχειν τὴν ῥηθῆσαν μονὴν ἄδιαν ἀνεγήρην μήλους ὅσους καὶ βούλετε ἀπελευθέμως ἧς διήχησιν τῆς αὐτῆς ἁγίας μονῆς· ἔνθεν νῦν ἀνεγήραντές τινα μύλον τὸν λεγόμενον μυγὰν καὶ ἀρτίως ἀφερέθι ὁ τηοῦτος μύλος παρὰ σοῦ καὶ ἐπικρατῆς αὐτὸν εἰς τὰς χεῖρας σου σκεπόμενος λόγοις τισὶ περὶ τῆς βα-