Textus Originalis
— 461 —
τὸ ῥηθὲν χωράφιον ὅπερ ἐφύτευσεν ἀμπελιον καὶ προσείκει αὐτῶ ἐξ ἀγωρασίας ἀπὸ τῶν ῥηθέντων παιδῶν τοῦ ποτε φιλίππου πούρτζικα καθὼς τὰ αὐτὰ ἔγγραφα δηλοῦσιν καὶ ἡ μαρτυρία αὐτῶν ἐν αὐτοῖς ἐνδείκνυται· οὐκ ἠβουλήθην κατὰ αὐτοῦ τοῦ εἰρημένου ἱερέως ἰωάννου σκήβδου ἐκ τούτου προβῆναι ἀλλ᾽ ἔασα αὐτὸν ἐκ τὸ ῥηθὲν ἀμπελίον ἀνενόχλητον καὶ ἀπείραστον διὰ τὸ ὑποδεικνύειν αὐτὸν δικαίως τοῦτο ἐπικρατεῖν καὶ νομίμως. ὅθεν πρὸς πίστωσιν καὶ βέβαιαν ἀσφάλειαν τοῦ ῥηθέντος ἱερέως ἰωάννου σκήβδου καὶ τῶν αὐτοῦ κληρονόμων καὶ διαδόχων ποιηθῆναι αὐτῶ ἐποιήσα τὸ παρὸν ἔγγραφον τῆ ἐμῆ σφραγίδι καὶ ὑπογραφῆ ὠχυρωθὲν ἐν χρόνω μηνὶ ἡμέρα καὶ ἰνδικτω τοῖς ἀνωτέροις. † κἀγὼ ὁ ἀναγραφὶς φιλάγαθος στέργω τὰ ἀνώτερα. XXXV. † Σίγνον χειρὸς μαρίας θυγατρὸς τοῦ ποται ἰωάννου καττὴ ἔχοντα καὶ προκουράτορα εἰς τὴν ὑπογεγραμμένην πρᾶσιν τὸν νικόλαον φράγκον. Ἐν τῶ ςψπʹ ὀγδόω ἔτει καὶ ἐν τῶ μινὶ ὀκτωβρίω τῆς ἰνδικτιῶνος ὀγδόης θεοῦ χάριτι αἰς ἀεὶ κυριεύοντος τοῦ εὐσεβεστάτου θεωφιλάκτου καὶ κραταιοῦ ἡμῶν αὐθέντου ῥηγὸς κάρολου τοῦ ῥηγάτου σεικελείας ῥὺξ εὐτηχὴς ἀμίν. ἐνώπιον βασιλείου χαρτζοπούλλου ὀμότου χορίου μύρτου νικολάου τοῦ βασι
XXXVI.
† Σίγνον σταυροῦ ἠδίας χειρὸς ἀδιλασίας γνηῆς τοῦ πωται μαίστρου ἰωάννου τοῦ χαλκέου τῆς ποιούσης συνηνούσης καὶ στεργούσης τὰ ἐγεγραμαίνα. Ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ἀμήν. μηνὶ αὐγούστου τῆς ἰνδίκτου ἐννάτης ἐν αἴτη τοῖς σωτηριώδου σαρκώσεως χηλιωστῶ διακωσιοστῶ ὀγδωηκωστῶ κυριεύοντος τοῦ κυρίου ἡμῶν κάρουλου θεοῦ χάρητι ῥιγὸς ἱερουσαλὴμ σικαιλίας δουκάτου πουλίας καὶ πρηνγκηπάτου κάπουας πρίγκηπος ἀχαίας ἀνδαιγαβήας προβετήας φορκαλκερήας καὶ τορνοδωρίου κόμιτος τῆς ἐκκατέρας αὐτοῦ κηριότητος τοῦ μὲν τῆς ἱερουσαλὴμ ἔτος τέταρτον τοῦ δαὶ τῆς σικαιλήας δαικάτων ἕκτών εὐτυχὴς ἀμήν. καλῆ καὶ θεῶ φηλεστάτη σπουδῆ καθέστηκεν ὡσται πάντας ἀνθρώπους ἀπὼ τῶν ἀγαθῶν αὐτῶν ἀπὸ μῖραν πηεῖσθαι τοῖς ἱεροῖς τοῦ θεοῦ ναοῖς οἵνα οἱ ἐν αὐταῖς προσκαρτεροῦντες τὸν θεὸν ἀεὶ ἐκληπαροῦσι ὑπὲρ τῶν ἐπταισμάτων ἡμῶν. τοῦτο ἄρα ἐπὴ νοῦν φέρουσα κἀγὼ ἀδιλάσια γυνὴ τοῦ πωται μαίστρου ἰωάννου χαλκέου ἥτης ἀνωτέρω τῶ τήπω τοῦ σταυροῦ τῆ ἰδία μου χειρὶ καὶ τῶ παρόντι τόμω ἐσημίωσα, μνησθῆσα ὡς τοῦτω ἔργον εἶν σωτήριον καὶ μνήμης διηνεκῆς ἄξηον ἐνώπιον τοῦ