Textus Originalis
I.
† Κατὰ τὸν ἰαννουάριον μῆνα τῆς αʹ ἰνδικτιῶνος ἐμοῦ ῥωκερίου κόμιτος τὰς διατριβὰς ποιουμένου μου ἐν τῆ ἡμετέρα πόλει πανόρμου, εἶκε πρὸς μὲ ἐκεῖσε βουμαδάρης ὁ υἱὸς πεθεβράνου καὶ οἱ τούτου ἐξάδελφοι καὶ ἐνίγων κατὰ τῆς κυρᾶς μωριέλλας παθθεράνων ὡσότι ἀφείλατο αὐτῶν τὸν μύλον ὅν καὶ ἐπροῖ χον οἱ τούτων γονεῖς τὸν ὄντα καὶ διακείμενον εἰς τὸν ποταμὸν σούλλας τὸν ἀναμεταξὺ λίβρυκες καὶ κιμύννων. τοῦτο δὲ παρ᾽αὐτῶν κἀγὼ ἐνοτισθεὶς ἐπρο σεκαλεσα τὸ μέρος τῆς ῥηθήσης μωριέλλας καὶ αὐθὴς ἐπαπέστειλεν ἡμῖν τόν τε πρεσβύτερον ἰωάννην καὶ ἀβδελκριμ σὺν τοῦ ἄλη καίτου, οἵτινες ἀπεκρί θησαν μία φωνῆ λέγοντες ὅτι τὸν εἰρημένον μύλον ὁ τελευτήσας κύρις γιο σπέρτος τοῦτον πεποίηκε καὶ ἐκυρίευσεν καὶ ἐδέποσεν αὐτὸν πρινὶ παρὰ τῆς σῆς τοῦ ἁγίου αὐθέντου ἡμῶν αὐλῆς ἀναλαβότος αὐτοῦ τὰ κίμιννα καὶ αὐτὸς τοῦτον πρινὶ τοῦ μούρτου τῶν τεββερλων πεποίηκε καὶ κεκράτικε· ὅθεν καὶ χάρ τον ἀγορᾶς ἐπέδειξαν ἡμῖν σαρακινηστὶ γεγραμμένον ὅτι τὸ τοιοῦτον μυλοστά σιον ἀγόρακε αὐτὸ ὅ τε βουδίκερ ἔπεν σεοτὲν καὶ ὁ τούτου ἐξαδελφος οἱ τῆς προγραφήσης κυρᾶς μοριέλλας ἄνθρωποι παρὰ τοῦ ἔπεν νάσχχ πανόρμου. ὅθεν δει καὶ ὁ ἀλκάδιος πανόρμου εἰς τὸν ἐν τῆ ἡμετέρα κόρτη ἀναγνοὺς τὸν χάρτον εὖ