Textus Originalis

— 69 —

— 69 —

οἱ παῖδες χαλφάλλα اولاد خلف الله βούδκερ υἱὸς ὠθμέν ابو بكر بن عثمان μουχούμουτ ἔπεν κούκου محمد بن قوقو ἀβδέλλο υἱὸς ᾽ἀλὴ τοῦ μικροῦ عبد الله بن علي الصغير ἅλης υἱὸς ἁπβοῦς σὺν τοῖς παισὶ αὐτοῦ علي بن حبوس واولاده βουλκάσιμ υἱὸς βαράδαη σὺν τοῖς παισὶ ابو القسم بن البراذي واولاده ὁμοῦ δέκα. الجملة عشرة اسما ورحل الشعراني τούτους τοίνυν ἀφιερῶ καὶ δωροῦμαι τῶ τοιούτω θείω ναῶ σὺν πᾶσι τοῖς προσσῦσιν αὐτοῖς μετὰ καὶ τοῦ χωρίου τοῦ γνωριζομένου ἐσσιαράνη σὺν πάση τῆ διακρατήσει αὐτοῦ· πρὸς ἐπὶ τούτοις δὲ ἀφιερῶ τῶ τοιούτω τῆς πανάγνου εὐαγεῖ δόμω ἀπὸ τῶν ἰδιοκτήτων μου τῆς πανόρμου πραγμάτων, ὧν ἐπεκτησάμην προνοία θεία καὶ χάριτι καὶ τῆ τοῦ κραταιοτάτου καὶ ἁγίου ἡμῶν ῥηγὸς χαρὰ καὶ ἀντιλήψει, τὸν νέον φούνδακα ὅν κέκτημαι εἰς τὴν πόλιν πανόρμου πλη σίον τοῦ ἁγίου ἰακώβου εἰς τὴν θάλασσαν, καὶ τὸν ἕτερον φούνδακα ὅν ἠγό ρασα παρὰ γάσε νη υἱοῦ νάσαχ ἔσο εἰς τὸ κάστρον· ὡσαύτως καὶ τὸν φοῦρνον ὅν ἔχω πλησίον τοῦ οἴκου τῆς ἐμῆς θηγατρὸς κυρᾶς μαρίας, ὁμοίως καὶ τὸν κῆπον ὅν ἠγόρασα παρὰ τοῦ κάδη πανόρμου, ἔτι τε καὶ τὸ ἀμπέλιον ὃ ἠγό ρασα παρὰ τοῦ ταῦτα πάντα ἀφιερῶ καὶ δοροῦμαι ἐν τῶ ῥηθέντι τῆς θεομήτερος θείω ναῶ πρὸς ὑπουργίαν καὶ λυχνάψίαν καὶ φωταγωγίαν ὑπὲρ κηροῦ καὶ ἐλαίου καὶ θυ μιάματος καὶ τὴν τῶν ἐν αὐτῶ μελλόντων δουλεύειν πρόνοιάν τε καὶ διοίκη σιν, οἵτινες ὀφειλουσιν εἶναι πρεσβύτεροι καὶ διάκονοι καὶ κληρικοὶ κατὰ τὴν τῶν προσόδων ἰκάνωσιν καὶ ποσότητα, τοῦ προσφέρειν ἀεὶ προσευχὰς τῶ θεῶ ὑπὲρ σωτηρίας καὶ εὐοδώσεως τοῦ κραταιοτάτου καὶ ἁγίου ἡμῶν μεγάλου ῥηγὸς καὶ τῶν πανευτυχεστάτων καὶ ἀνδρειοτάτων καὶ βασιλικοτάτων τέκνων αὐτοῦ, καὶ ὑπὲρ μνήμης τῶν προαπελθόντων ἀοιδίμων γεννητόρων αὐτοῦ· εἶτα καὶ ὑπὲρ εὐχῆς καὶ μνήμης καὶ ἐν ζωῆ μου καὶ μετὰ θάνατον ἐμοῦ τοῦ ἁμαρ τωλοῦ ὁμοίως καὶ τῶν τέκνων μου, ἔτι δὲ μνημοσύνων τῶν ἀποιχομένων γο-