Textus Originalis

VIII.

VIII.

† σίγνον χηρὸς χριστοδούλου ὑιὸς βουσεῖτ. † σίγνον χηρὸς σητελχούσουν θυγατέρος πέτρου καστρονόπου. Ἡμεῖς οἱ ὁμόζυγοι ἀβδεσσέϊτ καὶ σιτελκούσουν οἱ ἀνωτέρως ἰδιοχείρως τὸν τύ πον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ καθυπογράψαντες ὁμολογοῦμεν, ὡς ὅτι ἠδία ἡμῶν βουλῆ καὶ ἑκουσία προερέσει χωρὶς δόλου καὶ χλεύης ἢ ῥαδιουργίας καὶ πάσης ἄλλης ἀπιγωρευμένης αἰτείας ἢ βείας, ἀλλʼ ἐν ἐῤῥωμένω μου τῶ νοὶ καὶ λογισμῶ ὑγιένοντι μετὰ παντὸς θελήματος, πεπράκαμεν πρὸς σὲ ῥομπέρτον τὸν μανισκάλκον τοῦ τιμιοτάτου ὑποψιφίου τῆς σιρακούσης τὸν ἡμέτερον προι κειμαῖον οἶκον τὸν ὄντα ἐν τῆ πόλει πανόρμου εἰς τὴν ῥύμην ὑιοῦ καλφοῦν διὰ ταρία ἑπτακώσια κόκκου αʹ, ἅτινα καὶ ὁμολογοῦμεν ὡς ὅτι ταῦτα τὰ ἑπτακω σια ταρία ἀνελαβώμεθα παρὰ σοῦ τέλεια καὶ ἀνελληπῆ. παρεδώκαμέν σοι τὸν τιοῦτον οἶκον καὶ τὴν δεσποτίαν καὶ πεποιήκαμέν σοι ἐκ τούτου ταύτην τὴν τελείαν διάπρασιν τῶ ἐπεξουσίως ἔχειν σε αὐτὸν εἰς τελείαν νομὴν καὶ κυ ριώτητα ποιῆν ἅπαντα εἴ τι καὶ βουλη· εἴσιν δὲ τὰ ὡροθέσια αὐτοῦ οὕτως, τὸ ἀνατολικὸν αὐτοῦ σώζει μέχρι οἴκου βουτίνου, τὸ νότιον αὐτοῦ ἕως οἴκου βουπτάϊ-