Textus Originalis
— 97 —
πους τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐν τῶδε τῶ ὕφει προτάξαντες καὶ τὴν ἀλήθειαν περιγραφόμενοι, μάλλιστα ἐπηθημοῦντες τυχῆν τῆς ἀκοῆς καὶ ἀντα μιδῆς τῶν εὐαγγελικῶν ῥημάτων ἠδία ἡμῶν βουλῆ καὶ θελήσι καὶ ἑκουσία προερέσει χωρὶς δόλου καὶ χλεύης ἢ ῥαδιουργίας καὶ πάσης ἄλλης ἀπειγωρευ μένης αἰτίας ἢ βίας ἀλλʼ ἐν ἐῤῥωμένω ἡμῶν τῶ νοὶ καὶ λογισμῶ ὑγιένοντες, οἴκτω καὶ θείω ἐλέω κοινηθέντες τὸν ἡμέτερον δοῦλον ὀνόματι ἀλέξανδρον μέ λαν τὸ χρόμα ὅν ἐκ τῶν ἡμετέρων ἰκίων δηναρίων ἐκτησάμεθα, αὐτὸν λόγω σωτηρίας ψυχῆς τῶ ἁγίω βαπτίσματι παρεδόκαμεν αὐτὸν εἰς ὑιὸν πνευματικὸν ἀναλαμβάννωμεν καὶ αὐτὸν πάσης δουλότητος ἐλευθεροῦμεν ὡς χριστιανὸν καὶ δοῦλον ὄντα χριστοῦ τοῦ ἀληθοῦς ἡμῶν θεοῦ, διδόντες αὐτῶ ἐξουσίαν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ διηνεκὲς τοῦ ποιῆν καὶ ἐργάζεσθαι ὡς βούλεται τοῦ πορεύε σθαι ὅπου δʼ ἄν βούλεται ὡς ἐλεύθερον, καὶ ὡς τὸ κῦρος καὶ τὴν ἐξουσίαν καὶ ἐλευθερίαν παρʼ ἡμῶν τῶν ῥηθέντων ὁμοζύγων εἰλιφότα· ἰκιούμενοι ἡμῖς αὐτῶ καὶ τὴν νομικὴν διεκδήκησιν ἀπὸ παντὸς προσόπου ξένου τε καὶ ἰδίου. ὅστις δὲ φανείοι ἐκ τοῦ καθʼἡμῶν μέρους ἢ ἴδιος ἢ ἀδελφὸς ἢ συγκληρόνομος ὄχλη σιν ἢ ἀγωγὴν ἐπιφερόμενος πρὸς αὐτὸν ἕνεκα τῆς αὐτοῦ ἐλευθερίας, ἵνα μη δὲν εἰσακούονται ἀλλὰ διοκόμενοι τῆ ἐπιδήξη τοῦ τιούτου ἐγγράφου ζημιο θήσονται· εἰ δʼ αὐτοὶ ἡμεῖς τοῦτο βουληθῶμεν πρᾶξαι πρὸς παρακρουσμὸν τοῦ τιούτου ἐγγράφου τῆς τιαύτης ἐλευθερίας τοῦ ῥηθέντος ἀλεξάνδρου ἡμετέ ρου ὑιοῦ πνευματικοῦ, ἵνα ζημιούμεθα εἰς τὴν βασιληκὴν κόρτην αὐγουστά λια εἴκοσι καὶ δύο καὶ ἡ παροῦσα ἐλευθερία ἔστω ἀπαρασάλευτος, πρὸς τὸ καὶ οὕτως ἐῤῥῶσθαι τὸ παρὸν ἔγγραφον τῆς τιαύτης ἐλευθερίας τοῦ ῥηθέντος ἀλε ξάνδρου. εἴτʼ ἐγράφει ἐπὶ τῆς εὐσεβεστάτης βασιλίας τοῦ κραταιοῦ ἡμῶν αὐθέν του φρεδερήκου μεγάλου βασιλέως, γραφὲν μηνὶ καὶ ἰνδικτιῶνι καὶ ἔτει τοῖς ἀνωτέρω προτροπῆ τοῦ ἱερωτάτου πρωτοπαπᾶ πόλεως πανόρμου κυροῦ φιλίπ που χειρὶ νικολάου διακόνου ποπλήκου ταβουλαρίου πόλεως πανόρμου κατʼ ἐνώ πιον τοῦ χρητοῦ κυρίου διονυσίου κρητοῦ πανόρμου καὶ τῶν κατωτέρων ἀξιω πίστων μαρτύρων. † ego dionisius dictus judex testor. † ego cantor philippus de panormo testor. 13