Textus Originalis

μὲν ἱματίων τὰ πλεῖστα καὶ τῶν στρωμάτων συναγαγὼν ἐπέρριψε τῷ πυρί, τῇ δ᾽ ἀριστερᾷ χειρὶ τὴν ἑαυτοῦ χλαμύδα περιελίξας, τῇ δεξιᾷ σπασάμενος τὸ ἐγχειρίδιον ἐξέπεσεν ἀπαθὴς ὑπὸ τοῦ πυρὸς πρὶν ἢ διαφλέγεσθαι τὰ ἱμάτια, καὶ τοὺς βαρβάρους ὀφθεὶς διεσκέδασεν. οὐδεὶς γὰρ ὑπέμεινεν αὐτὸν οὐδ᾽ εἰς χεῖρας συνῆλθεν, ἀλλ᾽ ἀποστάντες ἔβαλλον ἀκοντίοις καὶ τοξεύμασιν. οὕτω δ᾽ αὐτοῦ πεσόντος καὶ τῶν βαρβάρων ἀπελθόντων, ἡ Τιμάνδρα τὸν νεκρὸν ἀνείλετο, καὶ τοῖς αὑτῆς περιβαλοῦσα καὶ περικαλύψασα χιτωνίσκοις, ἐκ τῶν παρόντων ἐκήδευσε λαμπρῶς καὶ φιλοτίμως. Ταύτης λέγουσι θυγατέρα γενέσθαι Λαΐδα τὴν Κορινθίαν μὲν προσαγορευθεῖσαν, ἐκ δὲ Ὑκκάρων, Σικελικοῦ πολίσματος, αἰχμάλωτον γενομένην. ἔνιοι δὲ τὰ μὲν ἄλλα περὶ τῆς ᾿Αλκιβιάδου τελευτῆς ὁμολογοῦσι τούτοις, αἰτίαν δέ φασιν οὐ Φαρνάβαζον οὐδὲ Λύσανδρον οὐδὲ Λακεδαιμονίους παρασχεῖν, αὐτὸν δὲ τὸν ᾿Αλκιβιάδην γνωρίμων τινῶν διεφθαρκότα γύναιον ἔχειν σὺν αὑτῷ, τοὺς δ᾽ ἀδελφοὺς τοῦ γυναίου τὴν ὕβριν οὐ μετρίως φέροντας ἐμπρῆσαί τε τὴν οἰκίαν νύκτωρ, ἐν ᾗ διαιτώμενος ἐτύγχανεν ὁ ᾿Αλκιβιάδης, καὶ καταβαλεῖν αὐτόν, ὥσπερ εἴρηται, διὰ τοῦ πυρὸς ἐξαλλόμενον.