Textus Originalis
μενον. παραιτουμένου δὲ τοῦ ἀνθρώπου διὰ τὸ πολλῶν ταλάντων εἶναι τὴν ὠνήν, ἠπείλησε μαστιγώσειν εἰ μὴ ταῦτα πράττοι· καὶ γὰρ ἐτύγχανεν ἐγκαλῶν τι τοῖς τελώναις ἴδιον. ἕωθεν οὖν προελθὼν 1 ὁ μέτοικος εἰς ἀγορὰν ἐπέθηκε τῇ ὠνῇ τάλαντον. ἐπεὶ δ᾽ οἱ τελῶναι συστρεφόμενοι καὶ ἀγανακτοῦντες ἐκέλευον ὀνομάζειν ἐγγυητήν, ὡς οὐκ ἂν εὑρόντος, θορυβουμένου τοῦ ἀνθρώπου καὶ ἀναχωροῦντος, ἑστὼς ὁ ᾿Αλκιβιάδης ἄπωθεν πρὸς τοὺς ἄρχοντας, “Ἐμὲ γράψατε,” ἔφη, “ ὁ ἐμὸς φίλος ἐστίν, ἐγγυῶμαι.” ταῦτ᾽ ἀκούσαντες οἱ τελῶναι ἐξηπορήθησαν. εἰωθότες γὰρ ἀεὶ ταῖς δευτέραις ὠναῖς χρεωλυτεῖν τὰς πρώτας, οὐχ ἑώρων ἀπαλλαγὴν αὑτοῖς οὖσαν τοῦ πράγματος. ἐδέοντο δὴ τοῦ ἀνθρώπου ἀργύριον διδόντες· ὁ δ᾽ ᾿Αλκιβιάδης οὐκ εἴα λαβεῖν ἔλαττον ταλάντου. διδόντων δὲ τὸ τάλαντον ἐκέλευσεν ἀποστῆναι λαβόντα. κἀκεῖνον μὲν οὕτως ὠφέλησεν. VI. Ὁ δὲ Σωκράτους ἔρως πολλοὺς ἔχων καὶ μεγάλους ἀνταγωνιστὰς πῇ μὲν ἐκράτει τοῦ ᾿Αλκιβιάδου, δι᾽ εὐφυΐαν ἁπτομένων τῶν λόγων αὐτοῦ καὶ τὴν καρδίαν στρεφόντων καὶ δάκρυα ἐκχεόντων, ἔστι δ᾽ ὅτε καὶ τοῖς κόλαξι πολλὰς ἡδονὰς ὑποβάλλουσιν ἐνδιδοὺς ἑαυτόν, ἀπωλίσθαινε τοῦ Σωκράτους καὶ δραπετεύων ἀτεχνῶς ἐκυνηγεῖτο, πρὸς μόνον ἐκεῖνον ἔχων τὸ αἰδεῖσθαι καὶ τὸ φοβεῖσθαι, τῶν δ᾽ ἄλλων ὑπερορῶν. Ὁ μὲν οὖν Κλεάνθης ἔλεγε τὸν ἐρώμενον ὑφ᾽
Note a pie di pagina
1 1 προελθὼν Coraés and Bekker, after Reiske: προσελθών.