Textus Originalis

συνθέμενος πρὸς τοὺς ἑταίρους. περιβοήτου δὲ τῆς ἀσελγείας ἐν τῇ πόλει γενομένης καὶ συναγανακτούντων, ὥσπερ εἰκός, ἁπάντων, ἅμ᾽ ἡμέρᾳ παρῆν ὁ ᾿Αλκιβιάδης ἐπὶ τὴν οἰκίαν τοῦ Ἱππονίκου, καὶ τὴν θύραν κόψας εἰσῆλθε πρὸς αὐτὸν καὶ θεὶς τὸ ἱμάτιον παρεδίδου τὸ σῶμα, μαστιγοῦν καὶ κολάζειν κελεύων. ὁ δὲ συνέγνω καὶ τὴν ὀργὴν ἀφῆκεν, ὕστερον δὲ τῆς θυγατρὸς Ἱππαρέτης ἐποιήσατο νυμφίον. Ἔνιοι δέ φασιν, οὐχ Ἱππόνικον, ἀλλὰ Καλλίαν, τὸν υἱὸν αὐτοῦ, δοῦναι τῷ ᾿Αλκιβιάδῃ τὴν Ἱππαρέτην ἐπὶ δέκα ταλάντοις· εἶτα μέντοι τεκούσης ἄλλα πάλιν δέκα προσεισπρᾶξαι τὸν ᾿Αλκιβιάδην, ὡς τοῦτο συνθέμενον εἰ γένοιντο παῖδες. ὁ δὲ Καλλίας ἐπιβουλὴν δεδοικὼς προσῆλθε τῷ δήμῳ τὰ χρήματα διδοὺς καὶ τὸν οἶκον, ἄνπερ αὐτῷ συμπέσῃ μὴ καταλιπόντι γενεὰν ἀποθανεῖν. Εὔτακτος δ᾽ οὖσα καὶ φίλανδρος ἡ Ἱππαρέτη, λυπουμένη δ᾽ ὑπ᾽ αὐτοῦ περὶ τὸν γάμον ἑταίραις ξέναις καὶ ἀσταῖς συνόντος, ἐκ τῆς οἰκίας ἀπιοῦσα πρὸς τὸν ἀδελφὸν ᾤχετο. τοῦ δ᾽ ᾿Αλκιβιάδου μὴ φροντίζοντος, ἀλλὰ τρυφῶντος, ἔδει τὸ τῆς ἀπολείψεως γράμμα παρὰ τῷ ἄρχοντι θέσθαι, μὴ δι᾽ ἑτέρων, ἀλλ᾽ αὐτὴν παροῦσαν. ὡς οὖν παρῆν τοῦτο πράξουσα κατὰ τὸν νόμον, ἐπελθὼν ὁ ᾿Αλκιβιάδης καὶ συναρπάσας αὐτὴν ἀπῆλθε δι᾽ ἀγορᾶς οἴκαδε κομίζων, μηδενὸς ἐναντιωθῆναι μηδ᾽ ἀφελέσθαι τολμήσαντος. ἔμεινε μέντοι παρ᾽ αὐτῷ μέχρι τελευτῆς, ἐτελεύτησε δὲ μετ᾽ οὐ πολὺν χρόνον εἰς Ἔφεσον τοῦ ᾿Αλκιβιάδου πλεύσαντος.