Textus Originalis

μενος ὑπὸ τῶν πολιτῶν. πρόξενος μὲν γὰρ ἦν ὁ ᾿Αλκιβιάδης τῶν Λακεδαιμονίων, καὶ τοὺς ἁλόντας αὐτῶν περὶ Πύλον ἄνδρας ἐθεράπευσεν· ἐπεὶ δ᾽ ἐκεῖνοί τε διὰ Νικίου μάλιστα τῆς εἰρήνης τυχόντες καὶ τοὺς ἄνδρας ἀπολαβόντες ὑπερηγάπων αὐτὸν, ἔν τε τοῖς Ἕλλησι λόγος ἦν ὡς Περικλέους μὲν συνάψαντος αὐτοῖς, Νικίου δὲ λύσαντος τὸν πόλεμον, οἵ τε πλεῖστοι τὴν εἰρήνην Νικίειον ὠνόμαζον, οὐ μετρίως ἀνιώμενος ὁ ᾿Αλκιβιάδης καὶ φθονῶν ἐβούλευε σύγχυσιν ὁρκίων. καὶ πρῶτον μὲν ᾿Αργείους αἰσθανόμενος μίσει καὶ φόβῳ τῶν Σπαρτιατῶν ζητοῦντας ἀποστροφήν, ἐλπίδας αὐτοῖς ἐνεδίδου κρύφα τῆς ᾿Αθηναίων συμμαχίας, καὶ παρεθάρρυνε πέμπων καὶ διαλεγόμενος τοῖς προεστῶσι τοῦ δήμου μὴ δεδιέναι μηδ᾽ ὑπείκειν Λακεδαιμονίοις, ἀλλὰ πρὸς ᾿Αθηναίους τρέπεσθαι καὶ περιμένειν ὅσον οὐδέπω μεταμελομένους καὶ τὴν εἰρήνην ἀφιέντας. Ἐπεὶ δὲ Λακεδαιμόνιοι πρός τε τοὺς Βοιωτοὺς ἐποιήσαντο συμμαχίαν καὶ Πάνακτον οὐχ ἑστός, ὥσπερ ἔδει, τοῖς ᾿Αθηναίοις παρέδωκαν, ἀλλὰ καταλύσαντες, ὀργιζομένους λαβὼν τοὺς ᾿Αθηναίους ἔτι μᾶλλον ἐξετράχυνε, καὶ τὸν Νικίαν ἐθορύβει καὶ διέβαλλεν εἰκότα κατηγορῶν, ὅτι τοὺς ἐν Σφακτηρίᾳ τῶν πολεμίων ἀποληφθέντας αὐτὸς μὲν ἐξελεῖν οὐκ ἠθέλησεν στρατηγῶν,