Textus Originalis

κράτορες. συμπράξομεν δ᾽ ἡμεῖς Λακεδαιμονίοις χαριζόμενοι.” ταῦτα δ᾽ εἰπὼν ὅρκους ἔδωκεν αὐτοῖς καὶ μετέστησεν ἀπὸ τοῦ Νικίου, παντάπασι πιστεύοντας αὐτῷ καὶ θαυμάζοντας ἅμα τὴν δεινότητα καὶ σύνεσιν, ὡς οὐ τοῦ τυχόντος ἀνδρὸς οὖσαν. Τῇ δ᾽ ὑστεραίᾳ συνήχθη μὲν ὁ δῆμος, εἰσῆλθον δ᾽ οἱ πρέσβεις. ἐρωτώμενοι δ᾽ ὑπὸ τοῦ ᾿Αλκιβιάδου πάνυ φιλανθρώπως ἐφ᾽ οἷς ἀφιγμένοι τυγχάνουσιν, οὐκ ἔφασαν ἥκειν αὐτοκράτορες. εὐθὺς οὖν ὁ ᾿Αλκιβιάδης ἐνέκειτο μετὰ κραυγῆς καὶ ὀργῆς, ὥσπερ οὐκ ἀδικῶν, ἀλλ᾽ ἀδικούμενος, ἀπίστους καὶ παλιμβόλους ἀποκαλῶν καὶ μηδὲν ὑγιὲς μήτε πρᾶξαι μήτ᾽ εἰπεῖν ἥκοντας, ἐπηγανάκτει δ᾽ ἡ βουλή, καὶ ὁ δῆμος ἐχαλέπαινε, τὸν δὲ Νικίαν ἔκπληξις εἶχε καὶ κατήφεια τῶν ἀνδρῶν τῆς μεταβολῆς, ἀγνοοῦντα τὴν ἀπάτην καὶ τὸν δόλον. XV. Οὕτω δὲ τῶν Λακεδαιμονίων ἐκπεσόντων, στρατηγὸς ἀποδειχθεὶς ὁ ᾿Αλκιβιάδης εὐθὺς ᾿Αργείους καὶ Μαντινεῖς καὶ ᾿Ηλείους συμμάχους ἐποίησε τοῖς ᾿Αθηναίοις. καὶ τὸν μὲν τρόπον οὐδεὶς τῆς πράξεως ἐπήνει, μέγα δ᾽ ἦν τὸ πεπραγμένον ὑπ᾽ αὐτοῦ, διαστῆσαι καὶ κραδᾶναι Πελοπόννησον ὀλίγου δεῖν ἅπασαν, καὶ τοσαύτας ἀσπίδας ἐν ἡμέρᾳ μιᾷ περὶ Μαντίνειαν ἀντιτάξαι Λακεδαιμονίοις, καὶ πορρωτάτω τῶν ᾿Αθηνῶν ἀγῶνα κατασκευάσαι καὶ κίνδυνον αὐτοῖς, ἐν ᾧ μέγα μὲν οὐδὲν ἡ νίκη προσέθηκε κρατήσασιν, εἰ