Textus Originalis

ψῆφον.” ὕστερον δ᾽ ἀκούσας ὅτι θάνατον αὐτοῦ κατέγνωκεν ἡ πόλις· “ ᾿Αλλ᾽ ἐγώ,” εἶπε, “ δείξω αὐτοῖς ὅτι ζῶ.” Τὴν μὲν οὖν εἰσαγγελίαν οὕτως ἔχουσαν ἀναγράφουσι· “ Θεσσαλὸς Κίμωνος Λακιάδης ᾿Αλκιβιάδην Κλεινίου Σκαμβωνίδην εἰσήγγειλεν ἀδικεῖν περὶ τὼ θεώ, τὴν Δήμητραν καὶ τὴν Κόρην, ἀπομιμούμενον τὰ μυστήρια καὶ δεικνύοντα τοῖς αὑτοῦ ἑταίροις ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἔχοντα στολὴν οἵανπερ ὁ ἱεροφάντης 1 ἔχων δεικνύει τὰ ἱερά, καὶ ὀνομάξοντα αὑτὸν μὲν ἱεροφάντην, Πουλυτίωνα δὲ δᾳδοῦχον, κήρυκα δὲ Θεόδωρον Φηγαιᾶ, τοὺς δ᾽ ἄλλους ἑταίρους μύστας προσαγορεύοντα καὶ ἐπόπτας παρὰ τὰ νόμιμα καὶ τὰ καθεστηκότα ὑπό τε Εὐμολπιδῶν καὶ Κηρύκων καὶ τῶν ἱερέων τῶν ἐξ ᾿Ελευσῖνος.” ἐρήμην δ᾽ αὐτοῦ καταγνόντες καὶ τὰ χρήματα δημεύσαντες ἔτι καταρᾶσθαι προσεψηφίσαντο πάντας ἱερεῖς καὶ ἱερείας, ὧν μόνην φασὶ Θεανὼ τὴν Μένωνος ᾿Αγραυλῆθεν ἀντειπεῖν πρὸς τὸ ψήφισμα, φάσκουσαν εὐχῶν, οὐ καταρῶν ἱέρειαν γεγονέναι. XXIII. Τοσούτων δὲ κατεψηφισμένων ᾿Αλκιβιάδου καὶ κατεγνωσμένων, ἐτύγχανε μὲν ἐν Ἄργει διατρίβων, ὡς τὸ πρῶτον ἐκ Θουρίων ἀποδρὰς εἰς Πελοπόννησον διεκομίσθη, φοβούμενος δὲ τοὺς ἐχθροὺς καὶ παντάπασι τῆς πατρίδος ἀπεγνωκὼς ἔπεμψεν εἰς Σπάρτην, ἀξιῶν ἄδειαν αὐτῷ γενέσθαι καὶ πίστιν ἐπὶ μείζοσι χρείαις καὶ ὠφελείαις ὧν πρότερον αὐτοὺς ἀμυνόμενος ἔβλαψε. δόντων δὲ τῶν Σπαρτιατῶν καὶ

Note a pie di pagina

1 1 ὁ ἱεροφάντης with C Mᵃ; ἱεροφάντης.