Textus Originalis

ἐκλιπόντος τοῦ Φαρναβάζου καὶ τῶν Πελοποννησίων διαφθαρέντων, οὐ μόνον τὸν Ἑλλήσποντον εἶχον βεβαίως, ἀλλὰ καὶ τῆς ἄλλης θαλάττης ἐξήλασαν κατὰ κράτος τοὺς Λακεδαιμονίους. ἑάλω δὲ καὶ γράμματα, λακωνικῶς φράζοντα τοῖς ᾿Εφόροις τὴν γεγενημένην ἀτυχίαν· “Ἔρρει τὰ κᾶλα· Μίνδαρος ἀπεσσούα· πεινῶντι τῶνδρες· ἀπορίομες τί χρὴ δρᾶν.” XXIX. Οὕτω δ᾽ ἤρθησαν οἱ μετὰ τοῦ ᾿Αλκιβιάδου στρατευσάμενοι καὶ τοσοῦτον ἐφρόνησαν ὥστ᾽ ἀπαξιοῦν ἔτι τοῖς ἄλλοις καταμιγνύναι στρατιώταις ἑαυτοὺς πολλάκις ἡττημένοις ἀηττήτους ὄντας. καὶ γὰρ οὐ πολλῷ πρότερον συνεβεβήκει πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου τὸ χαλκοῦν ἀνεστάναι τρόπαιον ὑπὸ τῶν ᾿Εφεσίων ἐπ᾽ αἰσχύνῃ τῶν ᾿Αθηναίων. ταῦτ᾽ οὖν ὠνείδιζον οἱ μετὰ τοῦ ᾿Αλκιβιάδου τοῖς μετὰ τοῦ Θρασύλλου, μεγαλύνοντες αὑτοὺς καὶ τὸν στρατηγόν, ἐκείνοις δὲ μήτε γυμνασίων μήτε χώρας ἐν στρατοπέδῳ κοινωνεῖν ἐθέλοντες. ἐπεὶ δὲ Φαρνάβαζος ἱππέας τε πολλοὺς ἔχων καὶ πεζοὺς ἐπῆλθεν αὐτοῖς ἐμβεβληκόσιν εἰς τὴν ᾿Αβυδηνῶν, ὁ δ᾽ ᾿Αλκιβιάδης ἐκβοηθήσας ἐπ᾽ αὐτὸν ἐτρέψατο καὶ κατεδίωξεν ἄχρι σκότους μετὰ τοῦ Θρασύλλου, καὶ ἀνεμίγνυντο καὶ κοινῇ φιλοφρονούμενοι καὶ χαίροντες ἐπανήεσαν εἰς τὸ στρατόπεδον. Τῇ δ᾽ ὑστεραίᾳ στήσας τρόπαιον ἐλεηλάτει τὴν Φαρναβάζου χώραν οὐδενὸς ἀμύνεσθαι τολμῶντος. ἱερεῖς μέντοι καὶ ἱερείας ἔλαβε μέν, ἀλλ᾽ ἀφῆκεν ἄνευ λύτρων. Χαλκηδονίοις δ᾽ ἀφεστῶσι καὶ