Textus Originalis

μικροῦ μὲν ἐδέησεν ἀποψηφίσασθαι τὸν θρίαμβον αὐτοῦ, θριαμβεύσαντα δὲ ἰδιώτην ἐποίησεν, ἀναγκάσας ἐξομόσασθαι τὴν ὑπατείαν μετὰ τοῦ συνάρχοντος. οὕτω πάντα τὰ πράγματα Ῥωμαίοις εἰς τὸν θεὸν ἀνήγετο, μαντειῶν δὲ καὶ πατρίων ὑπεροψίαν οὐδ᾽ ἐπὶ ταῖς μεγίσταις εὐπραξίαις ἀπεδέχοντο, μεῖζον ἡγούμενοι πρὸς σωτηρίαν πόλεως τὸ θαυμάζειν τὰ θεῖα τοὺς ἄρχοντας τοῦ κρατεῖν τῶν πολεμίων. V. Τιβέριος οὖν Σεμπρώνιος, ἀνὴρ δι᾽ ἀνδρείαν καὶ καλοκαγαθίαν οὐδενὸς ἧττον ἀγαπηθεὶς ὑπὸ Ῥωμαίων, ἀπέδειξε μὲν ὑπατεύων διαδόχους Σκηπίωνα Νασικᾶν καὶ Γάϊον Μάρκιον, ἤδη δὲ ἐχόντων αὐτῶν ἐπαρχίας καὶ στρατεύματα, ἱερατικοῖς ὑπομνήμασιν ἐντυχὼν εὗρεν ἠγνοημένον ὑφ᾽ αὑτοῦ τι τῶν πατρίων. ἦν δὲ τοιοῦτον· ὅταν ἄρχων ἐπ᾽ ὄρνισι καθεζόμενος ἔξω πόλεως οἶκον ἢ σκηνὴν μεμισθωμένος ὑπ᾽ αἰτίας τινὸς ἀναγκασθῇ μήπω γεγονότων σημείων βεβαίων ἐπανελθεῖν εἰς πόλιν, ἀφεῖναι χρῆν τὸ προμεμισθωμένον οἴκημα καὶ λαβεῖν ἕτερον, ἐξ οὗ ποιήσεται τὴν θέαν αὖθις ἐξ ὑπαρχῆς. τοῦτο ἔλαθεν, ὡς ἔοικε, τὸν Τιβέριον, καὶ δὶς τῷ αὐτῷ χρησάμενος ἀπέδειξε τοὺς εἰρημένους ἄνδρας ὑπάτους. ὕστερον δὲ γνοὺς τὴν ἁμαρτίαν ἀνήνεγκε πρὸς τὴν σύγκλητον. ἡ δὲ οὐ κατεφρόνησε τοῦ κατὰ μικρὸν οὕτως ἐλλείμματος, ἀλλ᾽ ἔγραψε τοῖς ἀνδράσι· καὶ ἐκεῖνοι τὰς ἐπαρχίας ἀπολιπόντες ἐπανῆλθον εἰς Ῥώμην ταχὺ καὶ κατέθεντο τὴν ἀρχήν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπράχθη· περὶ δὲ τοὺς αὐτοὺς