Textus Originalis
μαρτος ἀναλαβὼν τὴν περὶ Πάδον χώραν ἐπόρθει, ταῦτα Μάρκελλος πυθόμενος τὸν μὲν συνάρχοντα πρὸς ᾿Ακέρραις ἀπέλιπε τὴν πεζὴν καὶ βαρεῖαν ὁμοῦ πᾶσαν ἔχοντα δύναμιν καὶ τῶν ἱππέων μέρος τρίτον, αὐτὸς δὲ τοὺς λοιποὺς ἱππεῖς ἀναλαβὼν καὶ τοὺς ἐλαφροτάτους τῶν ὁπλιτῶν περὶ ἑξακοσίους ἤλαυνεν, οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιεὶς τὸν δρόμον, ἕως ἐπέβαλε τοῖς μυρίοις Γαισάταις περὶ τὸ καλούμενον Κλαστίδιον, Γαλατικὴν κώμην οὐ πρὸ πολλοῦ Ῥωμαίοις ὑπήκοον γεγενημένην. ἀναλαβεῖν δὲ καὶ διαναπαῦσαι τὸν στρατὸν οὐχ ὑπῆρξεν αὐτῷ· ταχὺ γὰρ αἴσθησιν τοῖς βαρβάροις ἀφικόμενος παρέσχε, καὶ κατεφρονήθη πεζῶν μὲν ὀλίγων παντάπασιν ὄντων σὺν αὐτῷ, τὸ δ᾽ ἱππικὸν ἐν οὐδενὶ λόγῳ τῶν Κελτῶν τιθεμένων. κράτιστοι γὰρ ὄντες ἱππομαχεῖν καὶ μάλιστα τούτῳ διαφέρειν δοκοῦντες, τότε καὶ πλήθει πολὺ τὸν Μάρκελλον ὑπερέβαλλον. εὐθὺς οὖν ἐπ᾽ αὐτὸν ὡς ἀναρπασόμενοι μετὰ βίας πολλῆς καὶ δεινῶν ἀπειλῶν ἐφέροντο, τοῦ βασιλέως προϊππεύοντος. ὁ δὲ Μάρκελλος, ὡς μὴ φθαῖεν αὐτὸν ἐγκυκλωσάμενοι καὶ περιχυθέντες ὀλιγοστὸν ὄντα, τὰς ἴλας ἦγε πόρρω τῶν ἱππέων καὶ περιήλαυνε, λεπτὸν ἐκτείνων τὸ κέρας, ἄχρι οὗ μικρὸν ἀπέσχε τῶν πολεμίων. ἤδη δέ πως εἰς ἐμβολὴν ἐπιστρέφοντος αὐτοῦ συντυγχάνει τὸν ἵππον πτυρέντα τῇ γαυρότητι τῶν πολεμίων ἀποτραπέσθαι καὶ βίᾳ φέρειν ὀπίσω τὸν Μάρκελλον. ὁ δὲ τοῦτο δείσας μὴ ταραχὴν ἐκ δεισιδαιμονίας τοῖς Ῥωμαίοις ἐνεργάσηται, ταχὺ περισπάσας ἐφ᾽ ἡνίαν τῷ χαλινῷ καὶ περιστρέψας τὸν ἵππον ἐναντίον τοῖς πολεμίοις, τὸν ἥλιον αὐτὸς προσεκύνησεν, ὡς δὴ μὴ κατὰ τύχην,