Textus Originalis

τοῦ τεθρίππου, καὶ τροπαιοφόρον ἄγαλμα τῶν ἐπ᾽ ἐκείνου κάλλιστον καὶ διαπρεπέστατον ἐπόμπευε διὰ τῆς πόλεως. ὁ δὲ στρατὸς εἵπετο καλλίστοις ὅπλοις κεκοσμημένος, ᾄδων ἅμα πεποιημένα μέλη καὶ παιᾶνας ἐπινικίους εἰς τὸν θεὸν καὶ τὸν στρατηγόν. οὕτω δὲ προβὰς καὶ παρελθὼν εἰς τὸν νεὼν τοῦ φερετρίου Διός, ἀνέστησε καὶ καθιέρωσε, τρίτος καὶ τελευταῖος ἄχρι τοῦ καθ᾽ ἡμᾶς αἰῶνος. πρῶτος μὲν γὰρ ἀνήνεγκε σκῦλα Ῥωμύλος ἀπὸ Ἄκρωνος τοῦ Καινινήτου, δεύτερος δὲ Κόσσος Κορνήλιος ἀπὸ Τολουμνίου Τυρρηνοῦ, μετὰ δὲ τούτους Μάρκελλος ἀπὸ Βριτομάρτου, βασιλέως Γαλατῶν, μετὰ δὲ Μάρκελλον οὐδὲ εἷς. καλεῖται δὲ ὁ μὲν θεὸς ᾧ πέμπεται φερέτριος Ζεύς, ὡς μὲν ἔνιοί φασιν, ἀπὸ τοῦ φερετρον τοῦ τροπαίου, κατὰ τὴν Ἑλληνίδα γλῶσσαν ἔτι πολλὴν τότε συμμεμιγμένην τῇ Λατίνων, ὡς δὲ ἕτεροι, Διός ἐστιν ἡ προσωνυμία κεραυνοβολοῦντος. τὸ γὰρ τύπτειν φερῖρε οἱ Ῥωμαῖοι καλοῦσιν. ἄλλοι δὲ παρὰ τὴν τοῦ πολεμίου πληγὴν γεγονέναι τοὔνομα λέγουσι· καὶ γὰρ νῦν ἐν ταῖς μάχαις, ὅταν διώκωσι τοὺς πολεμίους, πυκνὸν τὸ φέρι, τουτέστι παῖε, παρεγγυῶσιν ἀλλήλοις. τὰ δὲ σκῦλα σπόλια μὲν κοινῶς, ἰδίως δὲ ὀπίμια ταῦτα καλοῦσι. καίτοι φασὶν ἐν τοῖς ὑπομνήμασι Νομᾶν Πομπίλιον καὶ πρώτων ὀπιμίων καὶ δευτέρων καὶ τρίτων μνημονεύειν, τὰ μὲν πρῶτα ληφθέντα τῷ φερετρίῳ Διὶ κελεύοντα καθιεροῦν, τὰ δεύτερα δὲ τῷ Ἄρει, τὰ δὲ τρίτα τῷ Κυρίνῳ, καὶ λαμβάνειν γέρας ἀσσάρια τριακόσια τὸν