Textus Originalis
εἰς τοὐπιὸν ἀπεδείχθη. συνθέμενος δὲ πρὸς Φάβιον Μάξιμον ὅπως ἐκεῖνος μὲν ἐπιχειρῇ Ταραντίνοις, αὐτὸς δὲ συμπλεκόμενος καὶ περιέλκων ᾿Αννίβαν ἐμποδὼν ᾖ τοῦ βοηθεῖν πρὸς ἐκεῖνον, ἐπέβαλε περὶ Κανύσιον, καὶ πολλὰς ἀλλάσσοντι στρατοπεδείας καὶ φυγομαχοῦντι πανταχόθεν ἐπεφαίνετο, τέλος δ᾽ ἱδρυνθέντα προσκείμενος ἐξανίστη τοῖς ἀκροβολισμοῖς. ὁρμήσαντος δὲ μάχεσθαι δεξάμενος ὑπὸ νυκτὸς διελύθη· καὶ μεθ᾽ ἡμέραν αὖθις ἐν τοῖς ὅπλοις ἑωρᾶτο τὸν στρατὸν ἔχων παρατεταγμένον, ὥστε τὸν ᾿Αννίβαν περιαλγῆ γενόμενον τοὺς Καρχηδονίους ἀθροῖσαι καὶ δεηθῆναι τὴν μάχην ἐκείνην ὑπὲρ πασῶν ἀγωνίσασθαι τῶν ἔμπροσθεν. “Ὁρᾶτε γάρ,” εἶπεν, “ὡς οὐδὲ ἀναπνεῦσαι μετὰ νίκας τοσαύτας οὐδὲ σχολὴν ἄγειν κρατοῦσιν ἡμῖν ἔστιν, εἰ μὴ τοῦτον ὠσαίμεθα τὸν ἄνθρωπον.” Ἐκ τούτου συμβαλόντες ἐμάχοντο. καὶ δοκεῖ παρὰ τὸ ἔργον ἀκαίρῳ στρατηγήματι χρώμενος ὁ Μάρκελλος σφαλῆναι, τοῦ γὰρ δεξιοῦ πονοῦντος ἐκέλευσεν ἕν τῶν ταγμάτων εἰς τοὔμπροσθεν προελθεῖν· ἡ δὲ μετακίνησις αὕτη ταράξασα τοὺς μαχομένους παρέδωκε τὸ νίκημα τοῖς πολεμίοις, ἑπτακοσίων ἐπὶ δισχιλίοις Ῥωμαίων πεσόντων. ἀναχωρήσας δὲ ὁ Μάρκελλος εἰς τὸν χάρακα καὶ συναγαγὼν τὸν στρατόν, ὁρᾶν ἔφη Ῥωμαίων ὅπλα πολλὰ καὶ σώματα, Ῥωμαῖον δὲ μηδένα ὁρᾶν. αἰτουμένων δὲ συγγνώμην οὐκ ἔφη διδόναι νενικημένοις, ἐὰν δὲ νικήσωσι, δώσειν·