Textus Originalis
ἀφῆκεν ὑπερήφανον, οὔτε ἀπ᾽ ὄψεως τὸ χαῖρον, ὡς ἄν τις ἐργώδη πολέμιον καὶ βαρὺν ἀπεκτονώς, ἐξέφηνεν, ἀλλ᾽ ἐπιθαυμάσας τὸ παράλογον τῆς τελευτῆς τὸν μὲν δακτύλιον ἀφείλετο, τὸ δὲ σῶμα κοσμήσας πρέποντι κόσμῳ καὶ περιστείλας ἐντίμως ἔκαυσε· καὶ τὰ λείψανα συνθεὶς εἰς κάλπιν ἀργυρᾶν, καὶ χρυσοῦν ἐμβαλὼν στέφανον, ἀπέστειλε πρὸς τὸν υἱόν. τῶν δὲ Νομάδων τινὲς περιτυχόντες τοῖς κομίζουσιν ὥρμησαν ἀφαιρεῖσθαι τὸ τεῦχος, ἀντιλαμβανομένων δ᾽ ἐκείνων ἐκβιαζόμενοι καὶ μαχόμενοι διέρριψαν τὰ ὀστᾶ. πυθόμενος δὲ ᾿Αννίβας, καὶ πρὸς τοὺς παρόντας εἰπών, “Οὐδὲν ἄρα δυνατὸν γενέσθαι ἄκοντος θεοῦ,” τοῖς μὲν Νομάσιν ἐπέθηκε δίκην, οὐκέτι δὲ κομιδῆς ἢ συλλογῆς τῶν λειψάνων ἐφρόντισεν, ὡς δὴ κατὰ θεόν τινα καὶ τῆς τελευτῆς καὶ τῆς ἀταφίας παραλόγως οὕτω τῷ Μαρκέλλῳ γενομένης. ταῦτα μὲν οὖν οἱ περὶ Κορνήλιον Νέπωτα καὶ Οὐαλέριον Μάξιμον ἱστορήκασι· Λίβιος δὲ καὶ Καῖσαρ ὁ Σεβαστὸς κομισθῆναι τὴν ὑδρίαν πρὸς τὸν υἱὸν εἰρήκασι καὶ ταφῆναι λαμπρῶς. Ἦν δὲ ἀνάθημα Μαρκέλλου δίχα τῶν ἐν Ῥώμῃ γυμνάσιον μὲν ἐν Κατάνῃ τῆς Σικελίας, ἀνδριάντες δὲ καὶ πίνακες τῶν ἐκ Συρακουσῶν ἔν τε Σαμοθράκῃ παρὰ τοῖς θεοῖς, οὓς Καβείρους ὠνόμαζον, καὶ περὶ Λίνδον ἐν τῷ ἱερῷ τῆς ᾿Αθηνᾶς. ἐκεῖ δὲ αὐτοῦ τῷ ἀνδριάντι τοῦτ᾽ ἦν ἐπιγεγραμμένον, ὡς Ποσειδώνιός φησι, τὸ ἐπίγραμμα· Οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ, Μάρκελλος κλεινῶν Κλαύδιος ἐκ πατέρων,