Textus Originalis

ματος, ἄνδρα Ῥωμαίων ἄριστον ἀρετῇ καὶ δυνάμει μέγιστον καὶ δόξῃ λαμπρότατον ἐν τοῖς Φρεγελλανῶν προδιερευνηταῖς παραναλῶσθαι. Χρὴ δὲ ταῦτα μὴ κατηγορίαν εἶναι τῶν ἀνδρῶν νομίζειν, ἀλλ᾽ ὡς ἀγανάκτησίν τινα καὶ παρρησίαν ὑπὲρ αὐτῶν ἐκείνων πρὸς αὐτοὺς καὶ τὴν ἀνδρείαν αὐτῶν, εἰς ἣν τὰς ἄλλας κατανάλωσαν ἀρετὰς ἀφειδήσαντες τοῦ βίου καὶ τῆς ψυχῆς, ὥσπερ ἑαυτοῖς, οὐ ταῖς πατρίσι μᾶλλον καὶ φίλοις καὶ συμμάχοις, ἀπολλυμένων. Μετὰ δὲ τὸν θάνατον Πελοπίδας μὲν τοὺς συμμάχους ταφεῖς ἔσχεν, ὑπὲρ ὧν ἀπέθανε, Μάρκελλος δὲ τοὺς πολεμίους, ὑφ᾽ ὧν ἀπέθανε. ζηλωτὸν μὲν οὖν ἐκεῖνο καὶ μακάριον, κρεῖττον δὲ καὶ μεῖζον εὐνοίας χάριν ἀμειβομένης ἔχθρα λυποῦσαν ἀρετὴν θαυμάζουσα. τὸ γὰρ καλὸν ἐνταῦθα τὴν τιμὴν ἔχει μόνον, ἐκεῖ δὲ τὸ λυσιτελὲς καὶ ἡ χρεία μᾶλλον ἀγαπᾶται τῆς ἀρετῆς.