Textus Originalis
ὑποκείμενος ἐν Διονύσου νεὼς· ἐνίκησε γὰρ πολ- λάκις χορηγήσας, ἐλείφθη δὲ οὐδέποτε. λέγεται δ᾽ ἔν τινι χορηγίᾳ παρελθεῖν οἰκέτης αὐτοῦ κεκοσ- μημένος εἰς σχῆμα Διονύσου, κάλλιστος ὀφθῆναι καὶ μέγιστος, οὔπω γενειῶν· ἡσθέντων δὲ τῶν ᾿Αθηναίων τῇ ὄψει καὶ κροτούντων ἐπὶ πολὺν χρόνον, ἀναστὰς ὁ Νικίας εἶπεν ὡς οὐχ ὅσιον ἡγοῖτο δουλεύειν καταπεφημισμένον θεῷ σῶμα, καὶ τὸν νεανίσκον ἀπηλευθέρωσε. Μνημονεύεται δ᾽ αὐτοῦ καὶ τὰ περὶ Δῆλον ὡς λαμπρὰ καὶ θεοπρεπῆ φιλοτιμήματα. τῶν γὰρ χορῶν, οὓς αἱ πόλεις ἔπεμπον ἀσομένους τῷ θεῷ, προσπλεόντων μὲν ὡς ἔτυχεν, εὐθὺς δ᾽ ὄχλου πρὸς τὴν ναῦν ἀπαντῶντος ἄδειν κελευομένων κατ᾽ οὐδένα κόσμον, ἀλλ᾽ ὑπὸ σπουδῆς ἀσυντάκ- τως ἀποβαινόντων ἅμα καὶ στεφανουμένων καὶ μεταμφιεννυμένων, ἐκεῖνος, ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιημένον ᾿Αθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσ- μημένον ἐκπρεπῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίζων, διὰ νυκτὸς ἐγε- φύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ Δήλου πόρον οὐκ ὄντα μέγαν· εἶθ᾽ ἅμα ἡμέρᾳ τήν τε πομπὴν τῷ θεῷ καὶ τὸν χορὸν ἄγων κεκοσμημένον πολυτελῶς καὶ ἄδοντα διὰ τῆς γεφύρας ἀπεβίβαξε. μετὰ δὲ τὴν θυσίαν καὶ τὸν ἀγῶνα καὶ τὰς ἑστιάσεις τόν τε φοίνικα τὸν χαλκοῦν ἔστησεν ἀνάθημα τῷ θεῷ, καὶ χωρίον μυρίων δραχμῶν πριάμενος