Textus Originalis

πρὸς κούφας ἀλλαχόθεν ἄλλας ἐπιφερομένας, καὶ βαλλόμενοι λίθοις ὁμοίαν ἔχουσι τὴν πληγὴν πανταχόθεν ἀντέβαλλον ἀκοντίοις καὶ τοξεύμασιν, ὧν ὁ σάλος τὴν εὐθυβολίαν διέστρεφεν, ὥστε μὴ πάντα κατ᾽ αἰχμὴν προσφέρεσθαι. ταῦτα δ᾽ ᾿Αρίστων ὁ Κορίνθιος κυβερνήτης ἐδίδαξε τοὺς Συρακουσίους, καὶ παρὰ τὴν μάχην αὐτὴν ἀγωνι- ζόμενος προθύμως ἔπεσεν ἤδη κρατούντων τῶν Συρακουσίων. Γενομένης δὲ μεγάλης τροπῆς καὶ φθορᾶς, ἡ μὲν κατὰ θάλασσαν φυγὴ τοῖς ᾿Αθηναίοις ἀπο- κέκοπτο· χαλεπὴν δὲ καὶ διὰ γῆς τὴν σωτηρίαν ὁρῶντες οὔτε ναῦς ἀφέλκοντας ἐγγύθεν ἔτι τοὺς πολεμίους ἐκώλυον οὔτε νεκρῶν ἤτησαν ἀναίρεσιν, ἅτε δὴ τῆς ἐκείνων ἀταφίας τὴν τῶν νοσούντων καὶ τετρωμένων ἀπόλειψιν οἰκτροτέραν οὖσαν ἤδη πρὸ ὀφθαλμῶν ἔχοντες, αὑτοὺς δὲ κἀκείνων ἐπιπονωτέρους ἡγούμενοι, μετὰ πλειόνων κακῶν ἐπὶ ταὐτὸ πάντως ἀφιξομένους τέλος. XXVI. Ωρμημένων δ᾽ αὐτῶν ἀπαίρειν διὰ νυκτὸς οἱ μὲν περὶ τὸν Γύλιππον, ὁρῶντες ἐν θυσίαις καὶ πότοις τοὺς Συρακουσίους διά τε τὴν νίκην καὶ τὴν ἑορτὴν ὄντας, οὔτε πείσειν οὔτε βιάσεσθαι προσεδόκων ἀναστάντας ἤδη προσφέ- ρεσθαι τοῖς πολεμίοις ἀπιοῦσιν, Ἑρμοκράτης δ᾽ αὐτὸς ἀφ᾽ ἑαυτοῦ συνθεὶς ἐπὶ τὸν Νικίαν ἀπάτην, ἔπεμψέ τινας τῶν ἑταίρων πρὸς αὐτόν, ἀπ᾽ ἐκεί- νων μὲν ἥκειν τῶν ἀνδρῶν φάσκοντας, οἳ καὶ πρό- τερον εἰώθεσαν κρύφα τῷ Νικίᾳ διαλέγεσθαι,